Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
τῶν ἐθνῶν κλήσεως· οὐ γὰρ διὰ τὴν αὐτῶν δικαιοσύνην ἐκλήθησαν ἀλλὰ διὰ τὴν τοῦ καλέσαντος φιλανθρωπίαν. Rom 15, Οὕτω δὲ φιλοτιμούμενον, φησίν, εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ, οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ' ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τῶν ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν. Rom 16,19 Θέλω δὲ ὑμᾶς, φησί, σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν· τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν. ταῦτα δὲ καὶ ὁ κύριος παρήγγελλεν λέγων· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως μωρία ἐστίν, φρόνησις δὲ καθ' ἑαυτὴν μὴ
About this text
Diodorus of Tarsus, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Diodorus of Tarsus’s Fragmenta in epistulam ad Romanos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.