Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
πέτρας, καὶ τεθήσεται ἐν τῷ ὄρει Σινᾶ, καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκεῖ ἐκδεχόμενοι τὸν κύριον, καὶ τὸν ἐχθρὸν φεύγοντες ἀνελεῖν αὐτὸν θέλοντα. Καὶ ἐσφράγισε τὴν πέτραν ἐν τῷ δακτύλῳ τὸ ὄνομα κυρίου· καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου. Καὶ νεφέλη ἐσκέπασε τὴν πέτραν καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἐκεῖνον, ἀλλ' οὔτε ἀναγνῶναι <δύναται> τὸ ὄνομα ἕως τῆς ἡμέρας ταύτης καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος τούτου. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου ἡ κιβωτὸς πρῶτον γέγονε, μεταξὺ τῶν ὄρεων, ἐν οἷς κεῖνται Μωϋσὴς καὶ Ἀαρών· ἐν δὲ ταῖς νυξὶ νεφέλη ὡς πῦρ γίνεται ἐν τῷ τόπῳ ἐκείνῳ κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσεται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. θʹ. Ἰεζεκιὴλ ὁ προφήτης· οὗτος ἦν ἐκ γῆς Σαρηρᾶ ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων, ἀπέθανε δὲ ἐκ τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας· πολλὰ προφητεύσας περὶ τῆς ἐπιστρο- φῆς τοῦ λαοῦ· καὶ περὶ τῆς ἐπανόδου τῶν υἱῶν Ἰσραὴλ καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας [ἐπροφήτευσεν]. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν Βαβυλῶνι, ἐλεγχόμενος ὑπ' αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. 12 Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ· καὶ ἔστιν ὁ τάφος ἕως σήμερον σπήλαιον διπλοῦν· καὶ γὰρ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησεν τὸν τάφον Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· διπλοῦν λέγεται, ὅτι ὀρυκτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου καὶ ὑπερῶόν ἐστιν ἐπὶ γῆς πέτρᾳ κρεμάμενον. Οὗτος οὖν ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτι· ὅταν ἐκλείπῃ τὸ ὕδωρ αὐτοῦ, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς· καὶ ὅταν πλημμυρήσῃ αὐτοῦ τὸ ὕδωρ, τὴν Ἱερουσαλὴμ ἐπάνοδον αὐτῆς σημαίνει· ὃ καὶ γέγονεν. Καὶ γὰρ εἰς γῆν τῶν Ἀσ- συρίων κεῖται ὁ ὅσιος, καὶ πολλοὶ πρὸς τὸν τάφον αὐτοῦ συνεστρέφοντο ἐπὶ προσευχὴν καὶ ἱκεσίαν. Καί ποτε πλή- θους τῶν Ἰουδαίων συνελθόντος ἐκεῖ ἐπὶ τὴν μνήμην αὐτοῦ δεδιότες οἱ Χαλδαῖοι μὴ ἀντάρωσιν· ἔμελλον δὲ ἐπελθεῖν αὐτοῖς καὶ ἀναιρεῖν αὐτούς· ἐποίησε δὲ ὁ προφήτης στῆναι τὸ ὕδωρ τοῦ ποταμοῦ, ἵνα ἐκφύγωσιν υἱοὶ Ἰσραὴλ εἰς τὸ πέραν γενόμενοι. Οἱ δὲ τολμήσαντες τὸν λαὸν ἐπιδιῶξαι ὀπίσω αὐτῶν κατεποντίσθησαν. Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλὴν τροφὴν ἰχθύων παρέσχετο, ὅτι λιμῷ διεφθείροντο· καὶ ἐκ τοῦ πλήθους τῶν ἰχθύων διετράφησαν· καὶ πολλοῖς ἐκλείπουσιν ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν. Οὗτος ὁ13 προφήτης ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προέστη τοῖς ἡγουμένοις αὐτῶν καὶ παρηνόχλησεν αὐτοῖς. ∆ιὰ τεραστίων καὶ φοβηθέντες ἐπαύσαντο οἱ πολέμιοι.Τότε ἔλεγε τῷ λαῷ ὁ Ἰεζεκιήλ, ὅτι "1διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν"2. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν ἔπεισεν αὐτούς, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οὗτος ἐκεῖ ὢν ἐν τῇ χώρᾳ τῶν Χαλδαίων ἐμήνυσε τῷ λαῷ πάντα τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ὁ προφήτης ἡρπάγη ἀπὸ τῆς χώρας τῶν Χαλδαίων καὶ ἠνέχθη εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπί-στων. Οὗτος ὁ Ἰεζεκιὴλ εἶδε κατὰ τὸν Μωϋσὴν τὸν τόπον τοῦ ναοῦ κυρίου τὸ τεῖχός τε πλατύ, καθὼς εἶπε καὶ ὁ ∆ανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἐν Βαβυλῶνι ἔκρινε τὴν φυλὴν ∆ὰν καὶ Γάδ, ὅτι ἠσέβουν πρὸς τὸν κύριον, διώκον- τες τοὺς εἰς τὸν νόμον πιστεύοντας καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν. Καὶ προέλεγεν, ὅτι δι' αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς Ἱερουσαλήμ, ἀλλ' ἐν ἰδίᾳ ἔσον- 14 ται ἕως συντελείας πλάνης αὐτῶν· ἐξ αὐτῶν γὰρ ἦν καὶ ὁ ἀνελὼν αὐτόν. Ἀντέκειτο γὰρ αὐτῷ ἕως ἡμέρας τελευτῆς αὐτοῦ. ιʹ. ∆ανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας· ἀλλ' ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας.
About this text
Epiphanius of Salamis, De prophetarum vita et obitu (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De prophetarum vita et obitu — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.