De prophetarum vita et obitu · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγε γὰρ, ὅτι "1οὕτως ἀφῶμαι τὸν ὀνειδισμόν, ὅτι ἐψευσάμην προφητεύσας κατὰ20 Νινευΐ."2 Καὶ κατοικήσας ἐν γῇ Σαὰρ ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζέου κριτοῦ. Ἐπροφήτευσε δὲ ὅτι· ὅταν ἴδωσιν ἐν Ἱερουσαλὴμ ἔθνη πολλὰ ὑπὸ δυτικῶν, ἕως ἐδάφους ἀφανισθήσεται. ιζʹ. Ναοὺμ δὲ ὁ προφήτης. Οὗτος ἦν ἀπὸ Ἐλκέσιν πέραν τοῦ Ἰορδάνου εἰς Βηγαβάρ· ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν ἐπὶ Νινευΐ, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἐπιγείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν πάντα τὰ ὑψηλότερα αὐτῆς ἐνέπρησεν μέρη. Ἀπέ- θανε δὲ Ναοὺμ ἐν εἰρήνῃ, ἐτάφη δὲ ἐν τῇ γῇ αὐτοῦ Βη- γαβάρ. ιηʹ. Ἀμβακοὺμ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βυζ- ζουχὰρ ἐκ φυλῆς Συμεών. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα ἐπὶ τῇ πόλει καὶ τῷ λαῷ. Καὶ ὅτε ἦλθεν Ναβουχοδονόσορ εἰς Ἱερουσαλὴμ τοῦ πορθῆναι αὐτήν, οὗτος ἔφυγεν εἰς Ὀστρακίνην· καὶ ἦν ἐκεῖ πάροικος εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν γῆν αὐτῶν, λάφυρον αὐτὴν ποιήσαντες, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ 21 κατέβησαν εἰς Αἴγυπτον. Αὐτὸς δὲ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Ἐλειτούργει τοῖς θερισταῖς τοῦ ἀγροῦ ἑαυτοῦ. Ἔσπειρε γὰρ κριθόν. Ὡς δὲ ἧψεν αὐτοῖς ἐδέσματα, ἐπροφήτευσε τοῖς ἰδίοις εἰπών· "πορεύομαι ἐγὼ εἰς γῆν μακρὰν καὶ τάχιον ἐπανελεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε φαγεῖν τοῖς θερισταῖς."2 Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς ἄριστον τῷ ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, ὑποστρέψας παρέστη τοῖς θερισταῖς ἐσθίουσι· καὶ οὐδενὶ εἶπε τὸ γινόμενον. Συνῆκε δὲ ὁ προφήτης, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς μέγα διαλάμψαν. Καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ θεοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται ἡ πόρθησις τοῦ ναοῦ Ἱερουσαλήμ· τότε τὸ ἅπλωμα τοῦ ∆αβεὶρ εἰς δύο μέρη ῥαγήσεται· καὶ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται. Καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι

About this text

Epiphanius of Salamis, De prophetarum vita et obitu (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De prophetarum vita et obitu — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.