Homilia in assumptionem Christi · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

υἱός. Οὐκ ᾔδειν, ὅτι Θεὸς ἐν ἀνθρωπίνῳ κρύπτεται σώματι. Ἔβλεπον αὐτὸν σῶμα ἀνθρώπινον περικείμενον, καὶ ἄνθρωπον αὐτὸν νομίσας ψιλὸν, κατ' αὐτοῦ τοὺς Ἰουδαίους ἐκίνησα· καὶ ἅπερ δι' ἑαυτοῦ μὴ ἐτόλμων διαπράξασθαι, ταῦτα διὰ Ἰουδαίων ἐνήργησα. Μυ43.484 ρίας συκοφαντίας ἐφεῦρον· πᾶν εἶδος ὕβρεως εἰς αὐτὸν ἐπενόησα· καλάμῳ καὶ σπόγγῳ αὐτὸν ἐπότισα· ἀκάνθαις τὴν κεφαλὴν αὐτοῦ ἐστεφάνωσα· ῥαπίσμασιν αὐτὸν ἠτίμωσα, σταυρῷ διὰ ἥλων προσήλωσα· θανάτῳ τέλος ὑποβαλὼν, ὡς νικήσας, μετὰ Ἰουδαίων ἑόρταζον. Θεασάμενος δὲ αὐτὸν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, καθὼς προεῖπον, ὡς ξίφος κατὰ καρδίας ἀθρόως δεξάμενος κατέπεσον· θεασάμενος δὲ αὐτὸν ὅτι ἐσθίει καὶ πίνει, πάλιν ἕτερον σταυρὸν κατεσκεύαζον. Ἀλλ' ὡς ταῦτα ἐνεθυμούμην πρὸς ἑαυτὸν, ὁρῶ αὐτὸν μετὰ δόξης εἰς οὐρανὸν ἀνερχόμενον, ὅθεν ἐγὼ μετ' αἰσχύνης ἐξέπεσον. ∆ιὸ καὶ Ψαλμῳδὸς ἐκ πολλῶν τῶν χρόνων ἐβόα λέγων· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, βασιλεὺς φοβερὸς, μέγας ἐπὶ πᾶσαν τὴν γῆν· καὶ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Θέλω αὐτὸν καταδιῶξαι, καὶ ὡς μόλιβδος κάτω φέρομαι· βούλομαι αὐτὸν κρατῆσαι, καὶ ἀοράτως ἐξαγκωνίζομαι. Τί ποιήσω ὁ τάλας; Πανταχόθεν με περιήλασεν. Ἐξ οὐρανῶν με ὡς λίθον βραχύτατον εἰς γῆν ἐσφενδόνησε κάτω. Πεσὼν δὲ ἐν τῇ γῇ, ἐν τοῖς ὕδασι κρυβῆναι ἠθέλησα· καὶ εὑρών με ἐν τοῖς τοῦ Ἰορδάνου ῥείθροις κρυπτόμενον, ὡς δράκοντα, κρατήσας ἐμάστιξε. Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς δεσποτικῆς νομῆς φύλακες, τὴν κατ' ἐμοῦ φωνὴν βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν αὐτῆς τέκνων μαστιζομένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥήγματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων, ἱκέτευε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορνείας μολύνειν βουλόμενος. Ἀλλ' ὡς φύλαξ ἄγρυπνον ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· ∆εσποτικοῦ κτήματος προδότης οὐ

About this text

Epiphanius of Salamis, Homilia in assumptionem Christi (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Homilia in assumptionem Christi — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.