Homilia in festo palmarum · §u01-open

Homilia in festo palmarum Unit 1 opening

Unit 1.

Lemma-led open — Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα. Κύριε, εὐλόγησον. Χαῖρε

Greek

Homilia in festo palmarum Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα. Κύριε, εὐλόγησον. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου καὶ εὐφραίνου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ παραγίνεται. Ἰδοὺ ὁ σὸς νυμφίος ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται. Ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, σπεύσωμεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶς εἰς τιμὴν τῆς εἰσόδου αὐτοῦ. Πάλιν τῷ κόσμῳ σωτηρία, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται. Πάλιν ὁ βασιλεὺς Σιὼν, τῶν ἐθνῶν ἡ προσδοκία ἐπὶ τὴν Σιὼν ἔρχεται, πάλιν τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιν τὸ φῶς ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλιν ἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία χορεύει, πάλιν ἡ Συναγωγὴ χηρεύει, πάλιν αἰσχύνονται δαίμονες, πάλιν κατάρα λύεται, πάλιν Ἑβραῖοι ταράττονται, πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραίνονται, πάλιν Σιὼν καλλωπίζεται. Χριστὸς ἐπὶ πώλου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοὶ, ἀγάλλεσθε· ἄγγελοι, ὑμνήσατε· τὰ ὄρη, εὐφραίνεσθε· οἱ βουνοὶ, σκιρτήσατε· ποταμοὶ, κροτήσατε· οἱ ἐν Σιὼν, χορεύσατε· αἱ Ἐκκλησίαι, χαίρετε· ἱερεῖς, ὑμνήσατε· προφῆται, προφθάσατε· μαθηταὶ, κηρύξατε· λαοὶ, ἀπαντήσατε· πρεσβῦται, συνδράμετε· αἱ μητέρες, χορεύσατε· οἱ θηλάζοντες, ᾄσατε· νεανίσκοι, βοήσατε· τὰ ἔθνη, συνάχθητε. Πᾶσα κτίσις, πᾶσα φύσις, πᾶσα τάξις, πᾶσα πνοὴ, πᾶσα ἡ γῆ, πᾶσα ἀξία, πᾶσα ἡλικία, πᾶσα ἐθναρχία, πᾶσα βασιλεία, βασιλικῶς τῷ Βασιλεῖ τῶν βασιλέων ἀπαντήσωμεν, δεσποτικῶς τῷ ∆εσπότῃ τῶν δεσποτῶν προσκυνήσωμεν, τῷ Θεῷ τῶν θεῶν θεϊκῶς ἀναμέλψωμεν, τῷ 43.429 νυμφίῳ τῆς ἀφθαρσίας θεονύμφως χορεύσωμεν· τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα· τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν, τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν, τὰς εἰσόδους τῶν ψυχῶν τῷ Βασιλεῖ διανοίξωμεν, τὰ βαΐα τῆς νίκης ὡς νικητῇ τοῦ θανάτου βαστάσωμεν, τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες· τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνήσωμεν· μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν, μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν. Ἐπέφανεν ἡ τῶν πεπτωκότων ἀνάστασις, ἐπέφανεν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις, ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις, ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις, ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων λύτρωσις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις, ἐπέφανεν ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις, ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη. ∆ιὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου βοήσωμεν, λέγοντες σήμερον Χριστῷ, Ὡσαννὰ, τουτέστι, Σῶσον δὴ, ὁ ἐν ὑψίστοις Θεός. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων! Χθὲς Χριστὸς ἐκ νεκρῶν ἤγειρε Λάζαρον, καὶ σήμερον ὁ αὐτὸς ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς ἄλλῳ, ὡς ζωὴ, ζωὴν ἐχαρίσατο, καὶ σήμερον ζωοδότης ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς Λαζάρου τὰ σπάργανα ἔλυσε, καὶ σήμερον ὁ αὐτὸς ἐν σπαργάνοις δεσμευθῆναι ἑκὼν παραγίνεται. Χθὲς ἐν σκότοις ἐξήγαγεν ἄνθρωπον, καὶ σήμερον ἐν σκοτεινοῖς τεθῆναι καὶ σκιᾷ θανάτου ἔρχεται διὰ τὸν ἄνθρωπον. Χθὲς πρὸ ἒξ ἡμερῶν τοῦ Πάσχα διὰ τῶν πέντε αἰσθήσεων τὸν τετραήμερον ὁ τριήμερος ταῖς δυσὶ τὸν ἕνα χαρίζεται ἀδελφὸν, καὶ σήμερον ἐπὶ τὸν σταυρὸν ἔρχεται. Ἀλλὰ τῇ Μαρίᾳ μὲν τετραήμερον νεκρόν· τῇ δὲ Ἐκκλησίᾳ τριήμερον ἑαυτὸν χαρίζεται ὁ Χριστός. Ἐκεῖ Βηθανία μόνη θαυμάζει, ἐνταῦθα δὲ πᾶσα Ἐκκλησία ἑορτάζει. Ἑορτάζει ἑορτῶν ἑορτὰς, τὸν βασιλέα τῶν ἀσωμάτων ἐν

About this text

Epiphanius of Salamis, Homilia in festo palmarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Homilia in festo palmarum — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.