Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἀποστόλοις καὶ ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ἐκοιμήθη δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ. 112 θʹ. Ἰάκωβος ὁ ἐπικληθεὶς Θαδδαῖος, ἀδελφὸς τοῦ κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ' αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως. Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ' αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ. ιʹ. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως. 113 ιαʹ. Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη ζʹ, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως. ιαʹ. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρκʹ. ιαʹ. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρκʹ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως. ιβʹ. Ματθίας δὲ εἷς ὢν τῶν οʹ μαθητῶν ὃν ἀνέδειξεν 114 ὁ κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριότου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα. ιγʹ. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν
About this text
Epiphanius of Salamis, Index apostolorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Index apostolorum — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.