Index discipulorum · §u01-open

Index discipulorum Unit 1 opening

Unit 1.

Lemma-led open — Περὶ τῶν οʹ ἀποστόλων. αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δί

Greek

Index discipulorum Περὶ τῶν οʹ ἀποστόλων. αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων χειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίον τῶν ἱερέων. βʹ. Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσου ἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸ Ἐφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως. γʹ. Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τε πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσε ἀποθανὼν ἐτάφη ἐνδόξως. δʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτος ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιολάνων ἐπίσκοπος ἐγένετο. εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον ∆αμασκοῦ ἐπίσκοπος ἐγένετο. ς ʹ. Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων, λιθοβληθεὶς ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡς Λουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων. 119 ζʹ. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπίσκοπος γέγονεν. ηʹ. Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείας τῆς κατὰ Βιθυνίαν ἐπίσκοπος γέγονεν. θʹ. Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ' αὐτὴν τὴν ἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ' ἣν καὶ ὁ συνδιάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν. ιʹ. Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοπος Βόστρων Ἀράβων γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων. ιαʹ. Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ' ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. ιβʹ. Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονε μὲν Σαμαρείας ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνι ἀπέστη. ιγʹ. Κλεόπας ὁ καὶ Συμεὼν ὁ ἀνέψιος τοῦ κυρίου, ὃς καὶ εἶδεν αὐτὸν καὶ ὡμίλησεν ἅμα καὶ τῷ Λουκᾷ συνοδεύσας μετὰ τὸ ἀναστῆναι τοῦτον ἐκ τῶν νεκρῶν, ὡς ἐν τῷ 120 εὐαγγελίῳ γέγραπται· οὗτος ἐπίσκοπος Ἱεροσολύμων ἐγένετο δεύτερος. ιδʹ. Σίλας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας ἐν Κορίνθῳ ἐπίσκοπος γέγονεν. ιεʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὁ καὶ ἐπίσκοπος Χαλκηδόνος τῶν ἐν Γαλλίαις γενόμενος ἐκεῖ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἐπὶ δὲ Τραιανοῦ βασιλέως καὶ ἐμαρτύρησε καὶ ἐτάφη ἐκεῖ. ις ʹ. Ἐπαινετός, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Καρθαγένης ἐγένετο. ιζʹ. Ἀνδρόνικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ἐπίσκοπος Παννονίας ἐγένετο. ιηʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Ὀδύσσου ἐγένετο. ιθʹ. Οὐρβανός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους

About this text

Epiphanius of Salamis, Index discipulorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Index discipulorum — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.