Liturgia praesanctificatorum · §u02-open

Liturgia praesanctificatorum Unit 2 opening

Unit 2.

Lemma-led open — Λειτουργία τῶν κατηχουμένων Αʹ Προπαρασκευὴ–Σύνδεσις πρὸς τὸν ἑσπερινόν. Ἔναρξις. Μ, Σ Εἰσ

Greek

3 Λειτουργία τῶν κατηχουμένων Αʹ Προπαρασκευὴ–Σύνδεσις πρὸς τὸν ἑσπερινόν. Ἔναρξις. Μ, Σ Εἰσελθόντος τοῦ ἱερέως ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τὴν ἱερὰν ἐνδυσαμένου στολὴν καὶ τὸν εὐλογητὸν εὐλογήσαντος Κ Ὁ διάκονος· Εὐλόγησον, δέσποτα Ὁ ἱερεύς· Εὐλογημένη ἡ βασιλεία Μ ψάλλεται συνήθως ὁ προοιμιακὸς ψαλμός· οὗτος δὲ ἱστάμενος ἔνδοθεν λέγει μυστικῶς τὰς εὐχὰς τοῦ λυχνικοῦ Βʹ Εὐχαὶ λυχνικοῦ. Κ Εὐχὴ αʹ Κύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν. Ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου. Εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ καὶ ποιῶν θαυμάσια. Σὺ εἶ ὁ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σώζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομα τὸ ἅγιόν σου. Ἐκφώνως· ὅτι πρέπει σοι πᾶσα ... Εὐχὴ βʹ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς· ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου. ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ἀμήν. Ἐκφώνως· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἔστιν ἡ βασιλεία ... Εὐχὴ γʹ Κύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν. Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ καταξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ἐκφ. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν ... Μ Εἶτα τοῦ ψαλμοῦ τελεσθέντος, ἄρχεται τοῦ θυμιᾶν. Γʹ Συναπτή. Ι Εἶτα ἡ συναπτή. Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι Ὑπὲρ τῆς ἁγίας μονῆς ταύτης, πάσης πόλεως Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ Ὑπὲρ πλεόντων, ὁδοιπορούντων Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Ἔπειτα (;) στιχολογοῦνται τὰ προκείμενα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ ποιεῖ ὁ ἱερεὺς μικρὰν συναπτήν· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ. Ἀντιλαβοῦ, σῶσον. Τῆς Παναγίας ἀχράντου. Ὅτι σὸν τὸ κράτος. Τοῦ βʹ Ὅτι ἀγαθός. Τοῦ γ' Ὅτι ηὐλόγηται καὶ δεδόξασται. ∆' Πρόθεσις. Θυμίασις. Κ Καὶ ψαλλομένου συνήθως τοῦ καθίσματος τοῦ ψαλτηρίου, ὁ ἱερεὺς ἀπέρχεται ἐν τῇ ἁγίᾳ προθέσει καὶ ἐξενεγκὼν ἐκ τοῦ ἀρτοφυρίου τὸν ζωοποιὸν ἄρτον, προτίθησιν αὐτὸν ἐν τῷ ἁγίῳ δίσκῳ μετὰ πάσης προσοχῆς καὶ εὐλαβείας, ποιῶν καὶ ἕνωσιν ἐν τῷ ἁγίῳ ποτηρίῳ. Οὐ μέντοι λέγων τι τῶν ἐν τῇ προθέσει

About this text

Epiphanius of Salamis, Liturgia praesanctificatorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Liturgia praesanctificatorum — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.