Liturgia praesanctificatorum · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

ἱκεσίαν πρόσδεξαι παρὰ τῶν δούλων σου καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος. Ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί … Θ' Εὐχαὶ ὑπὲρ τῶν κατηχουμένων καὶ τῶν φωτιζομένων Κ. Ὁ διάκονος. Θ, Ι, Κ, Λ κλπ. Εὔξασθαι οἱ κατηχούμενοι τῷ Κυρίῳ. Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν, ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ, κατηχήσῃ αὐτοῖς τὸν λόγον τῆς ἀληθείας, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Ι, Κ, Μ, α Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς τῇ σῇ χάριτι. Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. Θ Ὁ ἱερεὺς εὔχεται· Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης ... (σελ. 53). Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι. Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· Ταῦτα τὰ διακονικὰ λέγονται ἀπὸ τῆς αʹ ἑβδομάδος ἕως τῆς μεσονηστίμου· ἀπὸ δὲ τῆς δʹ τῆς μεσονηστίμου λέγονται ταῦτα τὰ ὑποτεταγμένα· Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· ὅσοι πρὸς τὸ φώτισμα προέλθετε. Εὔξασθαι οἱ πρὸς τὸ φώτισμα. Οἱ πιστοὶ ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν ἡμῶν καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν· ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ· φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ ἀληθείας· καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἀναγεννήσῃ αὐτοὺς δι' ὕδατος καὶ πνεύματος· χαρίσῃ αὐτοῖς τὴν τελειότητα τῆς πίστεως· συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καὶ ἐκλεκτῇ ποίμνῃ. Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς τῇ σῇ χάριτι. Οἱ πρὸς τὸ φώτισμα τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. Αὕτη ἡ εὐχὴ λέγεται ἀπὸ τῆς δʹ τῆς μεσονηστίμου· Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου κλπ. (βλ. σελ. 54)· Ἐκφώνως· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν· Ὁ λαός· Ἀμήν. Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε, οἱ πρὸς τὸ φώτισμα προέλθετε· Ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων. Ὅσοι πιστοὶ ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Λειτουργία τῶν πιστῶν Ιʹ. Εὐχαὶ ὑπὲρ τῶν πιστῶν Θ Εὐχὴ πιστῶν αʹ μετὰ τὸ ἁπλῶσαι τὸ εἰλητόν. Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετὸς κλπ. (σελ. 54). Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή. Ἔτι καὶ ἔτι. Ὁ ἱερεὺς εὔχεται· ∆έσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε ... (σελ. 55). Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Κατὰ τὴν δωρεὰν τοῦ

About this text

Epiphanius of Salamis, Liturgia praesanctificatorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Liturgia praesanctificatorum — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.