De anima contra philosophos · §u01-open

De anima contra philosophos Unit 1 opening

Unit 1.

Lemma-led open — . , ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΦΙΛΟΣΟΦΩΝ Ὁ Θεὸς τὰ πάντα πληροῖ ὑπ οὐδενὸς περιοριζόμενος· ὁ γὰρ ὑπὸ

Greek

De anima contra philosophos (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta) ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΦΙΛΟΣΟΦΩΝ 1 Ὁ Θεὸς τὰ πάντα πληροῖ ὑπ' οὐδενὸς περιοριζόμενος· ὁ γὰρ ὑπὸ τόπου μὴ περιοριζόμενος πάντως ἐν παντὶ τόπῳ κατὰ τὴν τοῦ (∆αυῒδ) ὑμνολογίαν ἔσται· εἰ γὰρ ἔξω λέγοιτο τόπου τινός, ἀνάγκη περιορίζεσθαι αὐτὸν ὑπ' ἐκείνου οὗπερ στερίσκεται· ὅλος οὖν ἐν πᾶσι γινόμενος, οὐδαμῶς ἐξ ἑτέρων εἰς ἑτέρους μεθίσταται τόπους τὰ πάντα πληρῶν. 2 Οὐ νόμων καὶ χρόνων ῥηταῖς τὸ θεῖον ὑπόκειται περιγραφαῖς. 3 Ἀλλ' ἐπειδὴ σαφῶς ἴσασιν ἁλισκομένους ἐντεῦθεν ἑαυτοὺς, μεταβαλλόμενοι πλάττουσιν τὸ τῆς λήθης ὕδωρ, ὅ φασιν πίνοντας ἑκάστους τὰς τῶν οἰκείων βίων γεννήσεις ἀμνημονεῖν. Ὅτι δὲ ταῦτα μυθώδη καὶ πόρρω φιλοσοφίας ἐστὶν, οὐδεὶς τῶν εὖ φρονούντων ἔοικεν ἀγνοεῖν. Τί γάρ φαμεν, ὦ Πυθαγόραι καὶ Πλάτωνες· αὐτοὶ τὸ ληθοποιὸν ὕδωρ πεπώκατε λαβόντες; ἢ τοὐναντίον ἐφύγετε

About this text

Eustathius of Antioch, De anima contra philosophos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De anima contra philosophos — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.