On the Belly-Myther against Origen · §u03-open

De engastrimytho contra Origenem Unit 3 opening

Unit 3.

Lemma-led open — καὶ ψυχὴ

Greek

ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε μιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν»; ἀλλ' οὐκ ἀσεβῆ τάδε τὰ βδελύγματα νομίζεις, ἐναντία τῷ θεῷ δραματουργεῖν ἐγχειρῶν; 11.13 20ἄκουε καὶ μεθ' ἕτερα τοῦ θεοῦ20 χρησμῳδοῦντος ἐπὶ τῷ τοιῷδε τολμήματι· «καὶ ψυχὴ» φησὶν «ἥτις ἂν ἐπακολουθήσῃ τοῖς ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν»· ὁποῖα καὶ τίνα πείσεται προσθείς, ἐπέφρασε προϊών· «ἐπιστήσω τὸ πρόσωπόν μου» φάμενος «ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς». 11.14 εἰ οὖν ἀρχῆθεν νομοθετήσας ὁ θεὸς αὐστηροῖς ἀπέστειλε προγράμμασι τοὺς ταῖς τοιαύταις ἐγκαλινδουμένους ἐπαοιδαῖς ἢ μαντείαις, ἀπειλεῖ δὲ σκυθρωπὰ καὶ φρικώδη κολαστήρια κατὰ τῶν ἁλισκομένων ἐπὶ τῇ δίκῃ φοβερῶς, οὐ τὸν ἀνακείμενον ἐξ ἁπαλῶν ὀνύχων αὐτῷ τῷ θεῷ καὶ νομοφύλακα βέβαιον ἔδει περὶ τούτων ἐγκαλέσαι πρῶτον; 11.15 ἀλλ' ὁ νομομαθὴς ἐκ μειρακίου καὶ τὰς νομικὰς ἀκριβῶσαι γραμμὰς ἀκρότατα δυνηθεὶς οὐκ ἂν ἐπεζήτησε τὸ πταῖσμα, μή πῃ ἄρα διὰ τούτου τινὲς εἰς μανικὰς ἐξελκυσθῶσι μαντείας, ἀπάτῃ συληθέντες ἀθλίως; 11.16 ἀλλὰ τούτων μὲν οὐδὲν οὔτε εἶπεν οὔτε ἐζήτησεν (οὐ γὰρ ἦν ὁ Σαμουήλ, ἀλλ' ὁ τὰ τοιάδε δράματα τυρεύων ἀνέκαθεν), ἐπὶ δὲ τούτοις ἀποκρίνεται, τὸ πρόσωπον τοῦ προφήτου ὑποδύς, «ἵνα τί» λέγων «ἐπερωτᾷς με, καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκέν σοι κύριος καθὰ ἐλάλησεν ἐν χειρί μου». 11.17 ταῦτα μὲν οὖν ὡς ἐχθρὸς ἅμα καὶ ἐκδικίαν ὑποτυπούμενος εἰσάγειν ἀναγινώσκει τὰ τῆς κατηγορίας ὑπομνήματα. 12.1 Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς ἐγκλήματα πλάττεται μὲν ὑποκρίσει δεικτικώτερα φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα προανεφώνει προφητεύων. 12.2 ἀλλὰ μὴν ὅ γε φήσας αὐτῷ «τί ἐπερωτᾷς με;» διαρρήδην ὁμολογεῖ ταῦτα καὶ πρότερον εἰρηκέναι· ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς. 12.3 Ὠριγένης δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνηθέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ προφητείας ἀποφθέγματα διορίζεται, διά

About this text

Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.