Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
ἐκπλήττουσι τοὺς αὐτηκόους, εἰς εὐήθη δὲ πίστιν αὐτοὺς 20ὑπαγόμενοι περὶ τῶν μελλόντων ἅπερ ἐθέλουσι20 πλάττουσιν, οὕτως ἄρα καὶ τὸ τῆς ἐγγαστριμύθου φάσμα μεταμορφούμενον αὐτὰ μὲν ἐξηγόρευε τὰ προφητικὰ τοῦ Σαμουὴλ ἀποφθέγματα, τῷ δὲ δοκεῖν ᾤετο προφητεύειν οὐδὲν ἐπιστάμενον, ἀλλὰ τὰ μὲν ἀλλότρια προὔταττεν ὡς ἴδια καὶ κατέπληττε τὸν ἀλάστορα, διὰ δὲ τούτων εὐχερῶς ὑπεσύλα καὶ τὸν νοῦν ἔκλεπτεν ἐκείνου. 12.10 τί οὖν ἄλλο μετὰ ταῦτα προσετίθει; «καὶ σὺ» φησὶν «αὔριον καὶ ὁ υἱός σου Ἰωνάθαν μετ' ἐμοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει κύριος εἰς τὰς χεῖρας ἀλλοφύλων». ἀλλὰ ταῦτα μὲν ἐῴκει λέγειν ὁ δαίμων ὡς ἴδια. 13.1 Ζητητέον δὲ πότερον ἀληθῆ προὔλεγεν, ὡς ᾤετο, 20καὶ πότερον ἀπὸ στόχου καὶ συγκυρίας20 ἀπήγγελλεν, καὶ πρὸς ἐπὶ τούτοις εἰ προεγνωκέναι τούτων ἠδύνατό τινα. πρῶτον μὲν οὖν οὐ φαίνεται τῇ ἑξῆς ἡμέρᾳ 20διαφθαρεὶς ὁ Σαούλ, ὡς ἔφασκε τὸ φάσμα20 φθεγγόμενον. 13.2 εἰ γὰρ ἀκούσας τῶν λόγων ἐκ τῆς ἄγαν ἀθυμίας «οὐκ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα» φησὶν «ἐκείνην», ὡς ἡ θεία διαγορεύει γραφή, μετὰ δὲ τοῦτο παραινοῦσα πάλιν ἡ γυνὴ προὔτρεπεν ἐδωδῆς ἅψασθαι, προκειμένης ὁδοῦ, πρόδηλον ὅτι τῇ δευτέρᾳ δήπουθεν ἡμέρᾳ μετὰ τὴν πάννυκτον καὶ πανήμερον ἐκείνην ἀσιτίαν ἔπεισε μὲν αὐτόν, εἰς τοὔδαφος ἐρριμμένον ἐκλύτως, ἀναστῆναι καὶ καθεσθῆναι κοσμιώτερον ἐπὶ τοῦ δίφρου, τὸ δὲ μοσχάριον ὅπερ εἶχε γαλαθηνὸν ἀμελλητὶ λαβοῦσα σφάττει, ὀψοποιοῦσα δὲ καὶ πέττουσα τοὺς ἀζύμους, ηὐτρέπιζεν ἐδωδάς. 13.3 ἐπειδὴ δὲ προσέφερεν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ἀριστοποιήσασα σπουδαίως, ὁ μὲν αὐτόθι σιτίων ἐλάβετο προτραπείς· ἀνάγκη δὲ νοεῖν ὡς εἰς ἄλλας ἀφίκετο νυκτερίους ὥρας, εἴπερ ᾤχετο νυκτὸς ἐκεῖθεν ἐξορμήσας. ὥστε τοῦτο μὲν αὐτοτελῶς ἐλέγχεται ψευσάμενος ὁ δαίμων· οὐ γάρ, ὡς εἶπεν («αὔριον» ἔσῃ «σὺ μετ' ἐμοῦ»), γέγονεν
About this text
Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.