In Genesim de creatione · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι. 87 Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷ γὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον, ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν

About this text

Eustathius of Antioch, In Genesim de creatione (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s In Genesim de creatione — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.