De magistris et discipulis · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

ἐκλύει πολεμιστῶν χεῖρας καὶ ἀμελὴς μοναχὸς χαυνοῖ προθυμίαν ἀδελφῶν. Σμῆνος μελισσῶν ἐργάζεται κηρίον καὶ σύστημα ἀδελφῶν βασιλείαν οὐρανῶν. Σάλπιγξ διεγείρει προθυμίαν πολεμιστῶν καὶ μαθητῶν σπουδὴν διδασκαλία πρακτικῆς ἀρετῆς. Ὅπλισον †δακτύλων λόγοις, ἡγούμενε, σοὺς ἀδελφοὺς καὶ θωράκισον ἐπαγγελίαις τῶν μελλόντων ἀγαθῶν· φράξον θυρεῷ πίστεως ἄθλοις καὶ περικνήμισον ἐλπίδι τῇ εἰς τὸν θεόν· †κήνησον τοὺς πόδας ἐν εὐαγγελικοῖς μαθήμασι καὶ ζῶσον τὴν ὀσφὺν σωφροσύνης λόγοις· δὸς μάχαιραν εἰς τὴν χεῖρα κατὰ τῶν παθῶν ὀξύτατον θυμὸν καὶ ἀντίταξον φάλαγγα παθῶν ἡδονῇ. Γύμνασον ἐν λογισμοῖς τοὺς ὁπλίτας, οἳ ἐμπείρως ἔχουσι πρὸς τὴν μάχην· καὶ δεῖξον φοβερὸν

About this text

Evagrius Ponticus, De magistris et discipulis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De magistris et discipulis — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.