Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
περιπίπτουσι, καὶ μάλιστα οἱ ῥᾳδίως πρὸς τὰς ὀργὰς ἐξαπτόμενοι, οἵτινες μακράν εἰσι καθαρᾶς προσευχῆς, καὶ τῆς γνώσεως τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ΚΕΦΑΛ. ΙΖʹ. Τὰ νοήματα τοῦ αἰῶνος τούτου ὁ Κύριος καθάπερ πρόβατά τινα τῷ ἀγαθῷ ποιμένι τῷ ἀνθρώπῳ παρέδωκε· καὶ γὰρ, φησὶν, τὸν αἰῶνα δέδωκεν ἐν καρδίᾳ αὐτοῦ· συζεύξας αὐτῷ θυμὸν, καὶ ἐπιθυμίαν πρὸς βοήθειαν, ἵνα, διὰ μὲν τοῦ θυμοῦ, φυγαδεύῃ τὰ τῶν λύκων νοήματα, διὰ δὲ τῆς ἐπιθυμίας στέργῃ τὰ πρόβατα, καὶ ὑπὸ τῶν ὑετῶν, καὶ ἀνέμων πολλάκις βαλλόμενος. ∆έδωκε δὲ αὐτῷ πρὸς τούτοις καὶ νομὸν, ὅπως ποιμαίνῃ τὰ πρόβατα, καὶ τόπον χλόης, καὶ ὕδωρ ἀναπαύσεως, καὶ ψαλτήριον, καὶ κιθάραν, καὶ ῥάβδον, καὶ βακτηρίαν, ἵνα ἐκ ταύτης τῆς ποίμνης, καὶ τραφῇ, καὶ ἐνδύσηται, καὶ χόρτον ὀρεινὸν συναγάγῃ. «Τίς γὰρ, φησὶ, ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;» ∆εῖ οὖν τὸν ἀναχωροῦντα φυλάττειν νύκτωρ, καὶ μεθ' ἡμέραν τοῦτο τὸ ποίμνιον, μήτι τῶν νοημάτων γένηται θηριάλωτον, ἢ λῃσταῖς περιπέσῃ, εἰ δὲ ἄρα τι τοιοῦτο συμβαίη κατὰ τὴν νάπην, εὐθέως ἐξαρπάζειν ἐκ τοῦ στόματος τοῦ λέοντος ἢ τῆς ἄρκτου. Γίνεται δὲ τὸ νόημα τὸ περὶ τοῦ ἀδελφοῦ θηριάλωτον, εἰ μετὰ μίσους νέμοι τὸ ἐν ἡμῖν, καὶ τὸ περὶ τῆς γυναικὸς, εἰ μετ' αἰσχρᾶς ἐπιθυμίας στρέφοιτο παρ' ἡμῖν, καὶ τὸ τοῦ ἀργυρίου, καὶ τοῦ χρυσίου, εἰ μετὰ πλεονεξίας αὐλίζοιτο. Καὶ τὰ νοήματα τῶν ἁγίων χαρισμάτων, εἰ μετὰ κενοδοξίας κατὰ διάνοιαν βόσκοιτο· καὶ ἐπὶ τῶν ἄλλων δὲ νοημάτων ὡσαύτως συμβήσεται, κλεπτομένων τοῖς πάθεσιν. ΚΕΦΑΛ. ΙΗʹ. Οὐ μόνον δὲ ἐν τῇ ἡμέρᾳ δεῖ ταῦτα τηρεῖν, ἀλλὰ καὶ νύκτωρ ἀγρυπνοῦντας φυλάττειν. Συμβαίνει γὰρ καὶ φανταζόμενον αἰσχρῶς, καὶ πονηρῶς, ἀπολέσαι τὸ ἴδιον· καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ ἁγίου λεγόμενον Ἰακώβ· «Οὐκ ἐνήνοχά σοι πρόβατον θηριάλωτον, ἀπ' ἐμαυτοῦ ἀπετίννυον κλέμματα ἡμέρας, καὶ κλέμ79.1221 ματα νυκτὸς, καὶ ἐγενόμην συγκαιόμενος τῷ καύσωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου;» Εἰ δέ τις ἐκ τοῦ καμάτου καὶ ἀκηδία ἡμῖν προσγένηται, μικρὸν ἀναδραμόντες ἐπὶ τὴν τῆς γνώσεως πέτραν τῷ ψαλτηρίῳ προσομιλήσωμεν, πλήσσοντες διὰ τῶν ἀρετῶν τῆς γνώσεως τὰς χορδὰς, βοσκήσωμεν δὲ πάλιν ὑπὸ τὸ Σιναῖον ὄρος τὰ πρόβατα, ἵνα ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ ἡμᾶς ἐκ τῆς βάτου καλέσῃ, καὶ τοὺς λόγους τῶν σημείων, καὶ τῶν τεράτων καὶ ἡμῖν χαρίσηται. Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων· ὁ δὲ τούτου πατὴρ τὴν ἀποθανοῦσαν ταύτης ψυχὴν, τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει διὰ γνώσεως τῆς ἑαυτοῦ. Καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Παύλου λεγόμενον, τὸ, «Εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ.» Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος τὸν ἐκ χάριτος ἐνδύσηται, τότε καὶ τὴν αὐτοῦ κατάστασιν ὄψεται κατὰ καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ Γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ὑπὸ τοῦ ὄρους Σινᾶ. ΚΕΦΑΛ. ΙΘʹ. Ὅταν τῶν ἐχθρῶν τρώσῃ σέ τις παραβαλὼν, καὶ βούλει τὴν ῥομφαίαν αὐτοῦ στρέψαι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τὴν καρδίαν αὐτοῦ ποίησον οὕτως, ὡς λέγομεν. ∆ίελε κατὰ σαυτὸν τὸν ὑπ' αὐτοῦ βληθέντα λογισμὸν, ὅστις ποτέ ἐστι, καὶ ἐκ πόσων πραγμάτων συνέστηκε, καὶ ποῖον τοῦτό ἐστι μάλιστα τὸ θλίβον τὸν νοῦν. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἔστω πεμφθεὶς ὁ τῆς φιλαργυρίας ὑπ' αὐτοῦ 8 λογισμὸς, τοῦτον δίελε εἴς τε τὸν ὑποδεξάμενον αὐτὸν νοῦν, καὶ εἰς τὸ νόημα τοῦ χρυσίου, καὶ εἰς αὐτὸν τὸν χρυσὸν, καὶ εἰς τὸ φιλάργυρον πάθος· καὶ λοιπὸν ἐρώτα τί τούτων ἐστὶν ἁμαρτία, πότερον ὁ νοῦς; καὶ πῶς; ἔστιν εἰκὼν Θεοῦ. Ἀλλὰ τὸ νόημα τοῦ χρυσοῦ; καὶ τοῦτο τίς ἂν εἴποι νοῦν ἔχων ποτέ; ἀλλ' αὐτὸς ὁ χρυσός ἐστιν ἁμαρτία; καὶ τίνος χάριν γεγένηται; ἕπεται τοίνυν, ὅπερ οὐκ ἔστι μὲν πρᾶγμα ὑφεστὼς κατ' οὐσίαν, οὐδὲ νόημα πράγματος, οὐδὲ νοῦς πάλιν ἀσώματος, ἀλλ' ἡδονή τις μισάνθρωπος, ἐκ τοῦ αὐτεξουσίου τικτομένη, καὶ κακῶς κεχρῆσθαι, τοῖς τοῦ Θεοῦ κτίσμασι τὸν νοῦν ἀναγκάζουσα, ἣν καὶ περιτέμνειν ὁ τοῦ Θεοῦ νόμος πεπίστευται. Καὶ ταῦτά σου διερευνωμένου, φθαρήσεται μὲν ὁ λογισμὸς εἰς τὴν ἰδίαν ἀναλυόμενος θεωρίαν, φεύξεται δὲ ἀπὸ σοῦ τὸ δαιμόνιον, τῆς διανοίας σου ὑπὸ ταύτης τῆς γνώσεως εἰς ὕψος ἀρθείσης. ΚΕΦΑΛ. Κʹ. Εἰ δὲ βούλει χρήσασθαι μὲν τῇ ἐκείνου ῥομφαίᾳ, ἐπιποθεῖς δὲ πρῶτον διὰ τῆς σῆς σφενδόνης τοῦτον χειρώσασθαι. Ἔκβαλλε καὶ σὺ λίθον ἐκ τοῦ
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.