De malignis cogitationibus · §u03-open

De malignis cogitationibus Unit 3 opening

Unit 3.

Lemma-led open — Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,

Greek

καταδεξαμένοις, ἑτοίμως δῶρα χαρίζεται, καὶ τῆς εὐγνωμοσύνης αὐτοὺς ἀποδέχεται· τινὰς δὲ διστασιάζοντας, τοῖς δικασταῖς παραδίδωσι, καὶ τῆς πόλεως ἐξορίζεσθαι παραγγέλλει· τούτων δὲ λοιπὸν ἔνδον ὄντων, καὶ στρεφομένων τῶν λογισμῶν, εὐθὺς καὶ ὁ τῆς ὑπερηφανίας ἐφίσταται δαίμων, ἀστραπὰς συνεχεῖς κατὰ τὸν ἀέρα τῆς κέλλης τυπῶν, καὶ δράκοντας πτερωτοὺς ἐπιπέμπων, καὶ, τὸ τελευταῖον κακὸν, στέρησιν φρενῶν ἐργαζόμενον, ἀλλ' ἡμεῖς τούτοις τοῖς λογισμοῖς ἀπώλειαν ἐπευξάμενοι, μετ' εὐχαριστίας τῇ πενίᾳ συζήσωμεν, «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δῆλον ὅτι δυνάμεθα· ἔχοντες δὲ τροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» μεμνημένοι καὶ Παύλου, ῥίζαν πάντων τῶν κακῶν τὴν φιλαργυρίαν εἰπόντος. Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν, κατάγουσι τὸν νοῦν εἰς ὄλεθρον, καὶ ἀπώλειαν· ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πεινῶντι διὰ τὴν πεῖναν, καὶ τὸ νόημα τοῦ ὕδατος ἐν τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὰ νοήματα τῶν κτημάτων, καὶ τῶν χρημάτων, χρονίζει διὰ τὴν πλεονεξίαν, καὶ τὰ νοήματα τῶν βρωμάτων, καὶ τῶν 79.1228 τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων, χρονίζει διὰ τὰ πάθη. Ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενοδοξίας λογισμῶν, καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν ὁμοίως φανερωθήσεται. Οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ τοιούτων παραστῆναι Θεῷ, καὶ τὸν τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον. Ἐκ τούτων γὰρ τῶν λογισμῶν κατασπώμενος καὶ ἐκεῖνος ὁ ἐν τοῖς Εὐαγγελίοις τρισάθλιος νοῦς, τὸ τῆς Χριστοῦ γνώσεως ἄριστον παρῃτήσατο· καὶ πάλιν ὁ δεσμούμενος χεῖρας, καὶ πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος ἐκ τούτων τῶν λογισμῶν καθυφασμένον εἶχε τὸ ἔνδυμα, ὅνπερ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας ἀπεφήνατο εἶναι· διὸ ἔνδυμά ἐστι γαμικὸν, ἀπάθεια ψυχῆς λογικῆς κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας. Τίς 10 δὲ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων, χρονίζοντα διαφθείρειν τὴν γνῶσιν εἴρηται ἐν τοῖς περὶ προσευχῆς κεφαλαίοις. ΚΕΦΑΛ. Κ∆ʹ. Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, τρεῖς εἰσιν ἄρχοντες πρωτοστάται, οἷς ἕπεται πᾶσα ἡ παρεμβολὴ τῶν ἀλλοφύλων, οἵτινες πρῶτοι κατὰ τὸν πόλεμον ἵστανται, καὶ τὰς ψυχὰς διὰ τῶν ἀκαθάρτων λογισμῶν ἐκκαλοῦνται πρὸς τὴν κακίαν· οἱ τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι, οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. Ἐπιθυμῶν οὖν καθαρᾶς προσευχῆς, διατήρησον θυμὸν, καὶ ἀγαπῶν σωφροσύνην, κράτει γαστρὸς, μὴ δῷς ἄρτον σῇ κοιλίᾳ, καὶ ἐν ὕδατι ἔκθλιβε αὐτὴν, ἀγρύπνει ἐν προσευχῇ, καὶ μνησικακίαν μακρὰν ποίησον ἀπὸ σοῦ, λόγοι Πνεύματος ἁγίου μὴ ἐκλειπέτωσάν σε, καὶ θύρας κροῦε χερσὶν ἀρετῶν. Τότε ἀνατελεῖ σοι καρδίας ἀπάθεια, καὶ νοῦν ἀστεροειδῆ ὅψει ἐν προσευχῇ. Τῶν νοημάτων, τὰ μὲν τυποῖ τὸ ἡγεμονικὸν ἡμῶν, καὶ σχηματίζει, τὰ δὲ γνῶσιν μόνον παρέχει μὴ τυποῦντα τὸν νοῦν, μηδὲ σχηματίζοντα. Τὸ γὰρ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,» ἐναποτίθεται μέν τι νόημα τῇ καρδίᾳ, οὐ μὴν σχηματίζει αὐτὴν, οὐδὲ τυποῖ. Τὸ μὲν, «Λαβὼν ἄρτον,» σχηματίζει τὸν νοῦν, τὸ δὲ, «κλάσαι,» πάλιν τυποῖ τὸν νοῦν. Τὸ δὲ, «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου,» τυποῖ τὸν νοῦν χωρὶς τοῦ, «Εἶδον τὸν Κύριον,» καὶ τὸ μὲν ῥητὸν δοκεῖ τυποῦν τὸν νοῦν, τὸ δὲ σημαῖνον, οὐ τυποῖ. Ἑώρακε γὰρ προφητικῷ ὀφθαλμῷ τὴν φύσιν τὴν λογικὴν ὑψωθεῖσαν διὰ πρακτικῆς δεξαμένην ἐν ἑαυτῇ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. Ἐκεῖ γὰρ λέγεται καθέζεσθαι Θεὸς, ἔνθα γινώσκεται, διότι καὶ θρόνος λέγεται Θεοῦ νοῦς καθαρός. Λέγεται δὲ καὶ θρόνος ἀτιμίας γυνὴ, ἀντὶ τοῦ, ψυχὴ μισοῦσα δίκαια, ἀτιμία δὲ ψυχῆς κακία, καὶ ἀγνωσία. Τὸ τοίνυν νόημα τοῦ Θεοῦ, οὐκ ἐν τοῖς τυποῦσι τὸν νοῦν, ἀλλὰ τοῖς νοήμασι τοῖς μὴ τυποῦσι τὸν νοῦν. ∆ιότι τὸν

About this text

Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.