De vitiis quae opposita sunt virtutibus Unit 1 opening
Unit 1.
Lemma-led open — Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;
Greek
De vitiis quae opposita sunt virtutibus (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΠΕΡΙ ΤΑΣ ΑΝΤΙΖΥΓΟΥΣ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΚΙΑΣ. 79.1140 ΚΕΦΑΛ. Αʹ. Ἀναγκαῖον ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ· ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες, τὰς τῶν λογισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀνεβάλομεν· οὐκ ἐξ ἔργων δὲ, ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ' ὑποτύπωσιν ἔχοντες ὑγιαινόντων λόγων, ὧν ἠκούσαμεν, παρὰ τῶν Πατέρων, καί τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν, ἡ καὶ τοῖς ἀμαρτωλοῖς ὑποδεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἡ καὶ ἀσφαλιζομένη, καὶ λέγουσα· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» ἵνα διὰ τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δεδωκότι, ὅτι μὴ ἑαυτοῖς ἀποδιδόαμεν καύχημά τι δόξης, τὴν δόσιν ἀρνούμενοι. διόπερ φησὶν, «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾷ, ὡς μὴ λαβών;» –«Ἥδη, φησὶν, ἐπλουτήσατε» οἱ τοῖς ἔργοις πενόμενοι, ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι, ἐκορέσθητε, ὧνπερ ἀρτίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ· δι' ἧς μὲν δεδάνεισμαι λογιστείας, τὴν τῶν ἔργων πενίαν παρακαλύπτων, δι' ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ διδάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων. Ἀλλ' ὅμως 79.1141 εἴ τις κεκράτηται παρ' ὑμῶν συγγνώμη, κἀμοὶ ταύτην ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι' ἐπιτόμου ὑποτάξωμεν σημαίνοντες· τί μέν ἐστι γαστριμαργία, καθ' ἧς ἐγκράτεια· τί δὲ πορνεία, καὶ σωφροσύνη· φιλαργυρία δὲ τί, καὶ ἀκτημοσύνη· λύπη, καθ' ἧς ἡ χαρά· ὀργὴ δὲ τί, καὶ μακροθυμία· καὶ ἀκηδία, καὶ ὑπομονή· τί δὲ κενοδοξία, καὶ ἀκενοδοξία, φθόνος, καὶ ἀφθονία, ὑπερηφανία, καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα, καὶ ἀντίπαλα, καὶ ἀντίθετα ἀλλήλων ὅντα, δι' ἐπιτόμου οὕτως ὑπετάξαμεν. ΚΕΦΑΛ. Βʹ. Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν,
About this text
Evagrius Ponticus, De vitiis quae opposita sunt virtutibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De vitiis quae opposita sunt virtutibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.