Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
νυσταγμὸς, περιστρεφόμενος ὕπνος, μανίας βάρος, κέλλης μῖσος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλόγιον πείνης. Ὑπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθηλωμένος φόβος, τυπτόμενος χρυσὸς, θλίψεων νομοθήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή. Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλοπονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, ὄρεξις προεδρίας, ἐσχάτη προσηγορίας, ἐπαίνων δουλεία, πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κενοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα, καὶ δι' ἀλλήλων πολεμοῦντα, ἡ τρίσυρος ἅλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν αἱρετικῶν. Ἀκενοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀποστασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός. Φθόνος, ὑπερηφανίας ἔνδυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παῤῥησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐσταθούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα. Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἐλλείψει, ἢ ἐν ἀμελείᾳ; Χριστὸς δὲ ἡμῶν ἔστω παντὶ ἔργῳ θελήματος αὐτοῦ εὔοδος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 2
About this text
Evagrius Ponticus, De vitiis quae opposita sunt virtutibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De vitiis quae opposita sunt virtutibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.