Rerum monachalium rationes · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Ζʹ. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὔχρηστος ἔσῃ. Ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδὲ ὅλως ἐγγίσῃς. Φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συμβαλλομένους σου τῇ πολιτείᾳ. Φεῦγε καὶ τῶν πονηρῶν ἀνδρῶν καὶ μαχίμων τὰς συντυχίας· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ· οὔτε γὰρ Θεῷ προσοι 40.1260 κειῶνται, οὔτε μὴν παραμένουσιν. Ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σοι, ἀδελφοὶ πνευματικοὶ, Πατέρες ἅγιοι. Τούτους γὰρ οὕτως καὶ ὁ Κύριος ἀπεκάλει λέγων· «Μήτηρ μου καὶ ἀδελφοί μου καὶ πατέρες οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Μετὰ περισπωμένων μὴ συναυλίζου, μηδὲ συμπορευθῇς εἰς συμπόσιον μετ' αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν· ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς· μὴ ἐκκλίνῃς τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐννοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. Εἰσὶ γὰρ ὄντως ἐπιζήμιοι. Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόθος, καὶ ὁ πόνος τῆς καρδίας σου εἰς ζῆλον πένθους αὐτῶν. «Οἱ ὀφθαλμοί μου» γὰρ «ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» Ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τούτου μὴ καθευδήσῃς ποτέ· ἵνα διαπαντός σοι παραμείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν. Ηʹ. Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν κατὰ τὴν σπατάλην ἀπατῶν. «Ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν,» ὡς καὶ ὁ Ἀπόστολός φησι. Μὴ χορτάσῃς τὴν κοιλίαν σου ἐν βρώμασιν ἀλλοτρίων, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τραπέζας ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γάρ· «Μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας.» Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστι γὰρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή· ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον. Ἴδε μοι κεράμιον οἴνου πλεῖστον ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείμενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρὸν, καθιστάμενον, εὐώδη· ἐὰν δὲ ὧδε κἀκεῖσε περιφέρηται, τεταραγμένον, στυγνὸν, πάσης ὁμοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. Τοιγαροῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὠφελείας, κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περισπαστικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον. Ἐργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο αὐτὸ, εἰ δυνατὸν, νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, μᾶλλον δὲ καὶ εἰς τὸ μεταδιδόναι, καθάπερ καὶ παραινεῖ λέγων ὁ ἱερὸς ἀπόστολος Παῦλος· ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπαλαίσῃς δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ ἐχθροῦ διάρῃς. Ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκηδίας δαίμων, καὶ ἐν ἐπιθυμίαις ἐστὶν, ὥς φησιν. Ἀποδόσεως καὶ λήψεως οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Εἴτε οὖν πωλεῖς, 3 εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου ζημίωσον σεαυτόν· μὴ τοῖς κατ' ἀκρίβειαν ἢ τοῖς περὶ τὴν τιμὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ τὰ βλαβερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο 40.1261 νεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιμον τῆς ἡμετέρας προθέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν. Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσσου. Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνατὸν, ἐπὶ ἕτερόν τινα πιστὸν ἄνδρα παράῤῥιψόν σου τὴν φροντίδα, ὅπως οὕτως εὔθυμος γενόμενος, χρηστὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας. Θʹ. Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιμα ὁ τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερομένων ἐν αὐτῇ πραγμάτων παραθήσομαί σοι τὸν νοῦν· σὺ δέ μοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλομαί σοι. Καθεζόμενος ἐν τῷ κελλίῳ σου. συνάγαγέ σου τὸν νοῦν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λάβε τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότητος· ἐπιμέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. καὶ μὴς ἀσθενήσας. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νυνὶ

About this text

Evagrius Ponticus, Rerum monachalium rationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Rerum monachalium rationes — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.