Scholia in Proverbia · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. 207 20, 2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος· ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 208 20, 4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται· ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ Εἰ ἔστιν ἐν ἀμήτῳ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν 17 ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήρας καὶ ὀρφανούς. 209 20, 7 ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. 210 20, 9α κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ· αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος ∆ύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. Καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. 211 20, 9β μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται «Ἣ πρὸς καιρὸν λιπαίνει» μερὶς «σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις». 212 20, 9ξ μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν· ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω· ἀλλ' ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. Καὶ ὁ ∆αυίδ φησιν· «οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Καὶ πάλιν· «ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν». 213 20, 10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. 214 Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ· «πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.» 215 20, 12 οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· κυρίου ἔργα καὶ ἀμφότερα Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον· καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κακηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. 216 20, 13 μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων ∆ιὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς· διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. 217 20, 23 βδέλυγμα κυρίῳ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ. 218 20, 24 παρὰ κυρίου εὐθύνεται διαβήματα ἀνδρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. 219 20, 25 παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει, ἀλλὰ ἀδίκοις. Ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· «μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.» 220α 20, 26 λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν Χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. «Ποίησον αὐτοὺς ὡς τροχόν.» 221 20, 27 φῶς κυρίου πνοὴ ἀνθρώπων, ἡ λύχνος ὃς ἐρευνᾷ ταμίεια κοιλίας Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστί, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. Τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. 222 21, 3 ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζῴων θυσίαν· «θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.» 223 21, 8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς 18

About this text

Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.