Sententiae ad virginem Unit 1 opening
Unit 1.
Lemma-led open — Παραίνεσις πρὸς παρθένον. Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε, καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴ
Greek
Sententiae ad virginem Παραίνεσις πρὸς παρθένον. 1 Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε, καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴν καρδίαν σου. 2 Τίμα τὴν μητέρα σου ὡς μητέρα Χριστοῦ, καὶ μὴ παροξύνῃς πολιὰν τεκούσης σε. 3 Ἀγάπα τὰς ἀδελφάς σου ὡς θυγατέρας μητρός σου, καὶ μὴ ἐγκαταλίπῃς ὁδὸν εἰρήνης. 4 Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου, καὶ μετὰ δευτέραν ὥραν τὸ ἔργον σου. 5 Προσεύχου ἀδιαλείπτως, καὶ μέμνησο Χριστοῦ τοῦ γεννήσαντός σε. 6 Συντυχίας ἀνδρῶν παραιτοῦ, ἵνα μὴ γένηται εἴδωλα ἐν σῇ ψυχῇ καὶ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς. 7 Χριστὸν ἔχεις ἀγαπητόν· ἀπόρριψον ἀπό σου ἄνδρας ἅπαντας καὶ οὐ μὴ βιώσῃς ἐπονείδιστον βίον. 8 Θυμὸν καὶ ὀργὴν μακρὰν ποίησον ἀπό σου, καὶ μνησικακία μὴ αὐλιζέσθω ἔν σοι. 9 Μὴ εἴπῃς· σήμερον βρώσομαι καὶ αὔριον οὐ βρώσομαι, ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο. ἔσται γὰρ βλάβη τῷ σώματί σου καὶ ὀδύνη τῷ στομάχῳ σου. 10 Ἐσθίειν κρέα οὐ καλὸν καὶ πίνειν οἶνον οὐκ ἀγαθόν, προσφέρειν δὲ χρὴ ταῦτα ταῖς ἀσθενούσαις. 11 Παρθένος θρασεῖα οὐ σωθήσεται καὶ σπαταλῶσα οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς. 12 Μὴ εἴπῃς, ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν, διότι οὐκ ἔστιν δουλεία ἐν θυγατράσι θεοῦ. 13 Μὴ δῷς ἀκοήν σου λόγοις ματαίοις, καὶ διηγήματα γραῶν φεῦγε κυκλευουσῶν. 14 Ἑορτὰς μεθύσων μὴ ἴδῃς, καὶ εἰς γάμους ἀλλοτρίων μὴ εἰσέλθῃς. ἀκάθαρτος γὰρ παρὰ κυρίῳ πᾶσα παρθένος ποιοῦσα ταῦτα. 15 Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κώλυε ἀπὸ πολυλογίας τὴν γλῶσσαν σου. 16 Ἔναντι κυρίου ταπείνου σεαυτήν, καὶ ὑψώσει σε ἡ δεξιὰ αὐτοῦ. 17 Μὴ ἀποστρέφου πένητα ἐν καιρῷ θλίψεως, καὶ οὐ λείψει ἔλαιον ἐν τῇ λαμπάδι σου. 18 Πάντα ποίει διὰ τὸν κύριον, καὶ μὴ ζήτει παρὰ ἀνθρώπων δόξαν, ὅτι δόξα
About this text
Evagrius Ponticus, Sententiae ad virginem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Sententiae ad virginem — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.