Fragmenta in epistulam ad Romanos Unit 1 opening
Unit 1.
Lemma-led open — , - Ἐκπεπολέμωτο γὰρ τῷ θεῷ ἡ φύσις ἡμῶν διὰ παρακοήν, καὶ ἣν ὁ νόμος ἐπέταττεν ἀρετὴν οὐ
Greek
Fragmenta in epistulam ad Romanos Rom 1,5-7a Ἐκπεπολέμωτο γὰρ τῷ θεῷ ἡ φύσις ἡμῶν διὰ παρακοήν, καὶ ἣν ὁ νόμος ἐπέταττεν ἀρετὴν οὐ φυλάσσοντες, ἀλλὰ παιδευόμενοι μὲν ἕως γήρους, οὐδὲν δὲ μᾶλλον βελτίους ἑαυτῶν γινόμενοι τὸν νομοθέτην ὡς εἰκὸς παροξύνομεν, ἃ μὲν δεῖ ποιεῖν τε καὶ μὴ ποιεῖν ἐκμανθάνοντες ὡς μηδὲ ἀγνοίας σκῆψιν ἡμῖν ὑπολείπεσθαι, ποιοῦντες δὲ ἥκιστα μὲν ἃ χρεών, μάλιστα δὲ ἃ μὴ χρεὼν ὡς μὴ μόνον ἀργίας καλῶν ἀλλὰ καὶ πράξεως κακῆς ἐνόχους καθίστασθαι καὶ δίκην ἀμφοτέρων ὀφείλειν, ὧν τε γὰρ εἰχόμεθα καὶ ὧν ἀπειχόμεθα. ταύτης τοίνυν τῆς ἔχθρας, φησί, καὶ τῆς ἐντεῦθεν κολάσεως ὑπάρξει μετὰ πάντων, ὦ Ῥωμαῖοι, καὶ ὑμῖν κομίσασθαι τὴν ἀπαλλαγήν, καὶ μετασχεῖν τῆς εἰρήνης ἧς τὸ γένος τῶν ἀνθρώπων νῦν ἡ θεῖα χάρις ἠξίωσεν. ἐπεύχεται οὖν αὐτοῖς πρῶτον μὲν τοῦ θεοῦ τὴν χάριν· διὰ ταύτης γὰρ ἅπαντες τῆς σωτηρίας ἀπήλαυσαν οἱ πιστεύσαντες· εἶτα τὴν εἰρήνην δι' ἧς πᾶσιν αἰνίττεται τῆς ἀρετῆς τὴν κατόρθωσιν· εἰρηνεύει γὰρ πρὸς τὸν θεὸν ὁ τὴν εὐαγγελικὴν ἀσπαζόμενος πολιτείαν, ὁ θεραπεύειν αὐτὸν εἰς ἅπαντας προθυμούμενος. {Rom 1,7b } Ὁ γὰρ τοῦ παντὸς δεσπότης θεὸς ἀνέδειξεν ἡμῖν υἱοθεσίας παρά δοξον. ποίαν ταύτην; τὴν ἀναφανεῖσαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τῷ μὲν γὰρ ὀνόματι τοῦ πατρὸς τὸ τῆς υἱοθεσίας δῶρον ἐνέφηνεν, τῇ δὲ ἐπαγωγῇ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τὸν ἐν ᾧ πρῶτον καὶ δι' οὗ πρῶτον γέγονεν αὕτη παρέστησεν. υἱοθεσίαν δὲ λέγει τῆς φύσεως ἡμῶν τὴν εἰς θάνατον καὶ ἀφθαρσίαν ἀποκατάστασιν· ἄξιοι γὰρ οἱ τοιοῦτοι θεοῦ χρηματίζειν υἱοὶ τῆς πατρικῆς ἀπαθείας καὶ αὐτοὶ μετέχοντες ὅσον οἷόν τε. ταύτης δὲ ἀπελάβομεν ἑνούμενοι διὰ τῆς πίστεως ἐντεῦθεν ἤδη τῇ ἀπαρχῇ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τοῦτο δὲ ἦν ἡ θνητότης οἶμαι τοῦ σώματος καὶ τὸ ἐμπαθὲς τῆς σαρκὸς ᾧ πρὸς τὴν ἁμαρτίαν καταφερόμενοι τῆς πρὸς θεὸν οἰκειώσεως διετειχιζόμεθα. 353 ἀλλὰ νῦν οὐκέτι φησίν· τὴν γὰρ φύσιν ἡμῶν πεπτωκυῖαν ἤγειρεν ἐν Χριστῷ καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπου ρανίοις.{ Rom 1,8} Οὔκουν ὡς διά τινος ὑπηρετοῦ λέγει διὰ Ἰησοῦ Χριστοῦ ἀλλὰ ἀντὶ τοῦ πρὸς εὐχαριστίαν μάλιστα κειμένην θεοῦ τὴν κατὰ τὸν δεσπότην Χριστόν, καὶ ἡ σώσασα δι' αὐτοῦ παράδοξος οἰκονομία τὸ γένος ἡμῶν ἤπερ καὶ ἡμᾶς διὰ τῆς ἐπ' αὐτὸν πίστεως μετὰ τῶν ἄλλων ἐζώγρησεν. Καὶ οἰκειοῦται θεραπεύων ὡς οἷόν τε διὰ τούτων, μή ποτε νομίσαντες ἢ ὡς αὐτόν τι κατεγνωκέναι κατ' αὐτούς, ἢ ὡς τοῦ Πέτρου παραδόσεως ἐπιλαμβανόμενον ἐληλυθέναι πρὸς τὸ ἐπιστεῖλαι αὐτοῖς, εἶτα δυσανασχετήσαντες ἐπὶ τούτῳ φύγωσι μὲν τὴν ἀνάγνωσιν, ζημιω θῶσι δὲ τὸ ὄφελος τῆς ἐπιστολῆς. ἀρξάμενος οὖν ἀπὸ τῆς εὐχα ριστίας καὶ τῆς πίστεως, ἐπαινέσας αὐτοὺς ὡς αὐτῆς τε οὔσης ἀψευδοῦς καὶ βεβαίας κἀκείνων ἰσχυρῶς ὁμοῦ πάντων ἀντεχομένων αὐτῆς, διά τε τῆς καταγγέλλεται λέξεως ἣν οἰκείως ἄγαν ἔφη πρὸς τὸ ὑπερέχον τῆς πόλεως, καὶ διὰ τῆς προσθήκης τοῦ ἐν ὅλῳ τῷ κόσμῳ σεμνύνας ἀποχρώντως καὶ ἐξᾶρας αὐτούς, ἐπὶ τὴν σύστασιν εὐθὺς μεταβαίνει τοῦ ἰδίου προσώπου.{ Rom 1 ,9} Ἑαυτοῦ δὲ τὸ πνεῦμα εἶπεν, ἐπειδὴ μὴ τὴν ὑπόστασιν τοῦ πνεύματος ἔλεγεν, ἀλλὰ τὴν δεδομένην αὐτῷ πρὸς τὸ εὐαγγελίζεσθαι χάριν τοῦ πνεύματος, οὗ τῆς συνεργείας ἀξιούμενος τὸ τῆς ἀποστολῆς ἔργον διανύειν ἐδύνατο. { Rom 1,10-12 Ταῦτα δὲ λέγει ὑπειδόμενος τὸν ἀκροατὴν τραχέως κρατεῖν τῷ ῥήματι, καὶ οἷον ὑπαντήσεσθαι τί λέγεις, ἐπείγει χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ. τί γὰρ ἐνδεῖται τῇ τοῦ Πέτρου διδασκαλίᾳ; μέμφει ὅλως τοῖς ἐκείνου διδάγμασιν ὥς τις ὧν αὐτός, ὡς ἐκείνου μείζων ἀπόστολος, ὡς μᾶλλον ὁμιληκὼς ἐκείνου τῷ δεσπότῃ Χριστῷ καὶ μᾶλλον ἐκείνου φιληθεὶς ὑπ' αὐτοῦ. ταῦτα τοίνυν ὑπειδό μενος πρῶτον μὲν καὶ ἐν αὑτῷ τὸν σκοπὸν μηνύειν τῆς παρουσίας αὐτοῦ,
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.