Fragmenta in epistulam ad Romanos · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

νόμου καὶ τῆς αἰτίας ἀπο λύων αὐτόν, τοῦτο, φησίν, ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἵνα εἴπῃ, τέλειος καὶ ἀνενδεὴς καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν ἀθανάτοις προσήκουσαν. ἀλλ' ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα, ἐκδεδο μένος ὥσπερ εἰς πταίσματα· τὸ γὰρ πεπραμένος ὑπὸ τὴν ἁμαρ τίαν ἀντὶ τοῦ ὡς πεπραμένος λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν, τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος λέγειν τι τῶν προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προφήτῃ· τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; ἀλλ' ἢ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ τῷ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις λεγομένῳ παρὰ τοῦ σωτῆρος ἡμῶν, ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὄντως γὰρ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. {Rom 7,15} Ἐπειδὴ εἶπεν τὸ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, καὶ διὰ τοῦτο τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο, ἑαυτὸν δὲ ἐν δούλου. πρὸς τοῦτο ἀκολούθως ἐπάγει· ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. τοῦτο γὰρ ἴδιον οἰκετῶν τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους, ἀλλὰ δεσπο τικοῖς ὑπηρετεῖσθαι προστάγμασιν. πολλάκις γοῦν τι, φησίν, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω οὐχ ὅτι ἀγνοῶν λέγειπῶς γάρ, εἰ ὃ πράττει τις τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἂν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο; ἀλλὰ τὸ οὐ γινώσκω τοιοῦτόν ἐστιν οἷον τὸ ἐν Εὐαγγελίοις τοῦ σωτῆρος οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ' ἐμοῦ, ἀντὶ τοῦ κατεργάζομαί τι πολλάκις οὐκ οἰκειούμενος, οὐδὲ χαίρων, οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν, οὐδὲ ἐμαυτοῦ, συντόμως εἰπεῖν, ἐπακούων ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησί, δῆλον· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ, τοῦτ' ἔστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι, ποιῶ δὲ τἀναντία καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μὲν τοιούτων τὸν τοῦ σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησίν, τὸν φυσικόν τε καὶ 373 περιεκτικὸν τῶν ἁπάντων, τὸν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. {Rom 7,16} Εἰ τοίνυν, φησίν, ὃ μὴ αὐτὸς θέλω τοῦτο ποιῶ, διὰ τούτου τὸν νόμον εἶναι καλὸν καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ προκατέγνωκα, κἂν μετίω τοῖς ἔργοις αὐτά. {Rom 7,17} ∆ιὰ πάντων τούτων τὸ ἐκ τοῖς ἁγίοις Εὐαγγελίοις λέγει παρὰ τοῦ δεσπότου λεχθέν, ὅτι τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· τὸ γὰρ φθαρτὸν τῆς σαρκὸς καὶ συμπαθὲς τῆς παρανομίας καταιτιᾶται. οὐκ οἰκεῖ γάρ, φησίν, ἐν τῇ σαρκί μου ἀγα θόν, τοῦτ' ἔστιν οὐκ ἔχει τὸ ἀπαθὲς οὐδὲ τὸ τέλειον καὶ ἀνενδεές τε καὶ ἀναμάρτητον, ὅθεν αὐτὴν καὶ σάρκα πολλάκις ἁμαρτίαν καλεῖ, καὶ σῶμα ἁμαρτίας, καὶ σῶμα θανάτου. αἱροῦμαι γοῦν τῷ νῷ τὸ ἀγαθὸν καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν, ἐπὶ δὲ τῶν διὰ σαρκὸς ἔργων αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω, ἀλλ' ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν, ὑπάγομαι δὲ παρ' αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν εἰκότως οὐκ ἐμὴν ἀλλ' ἀλλοτρίαν λογίζομαι. {Rom 7,21} Οὐκοῦν, φησίν, ἐκ τούτων δείκνυται βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι, ἐξ ὧν καὶ τὸ κακὸν ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, ταὐτὸν καταφαίνεται. {Rom 7,22-23} Συνήδομαι γάρ, φησί, τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον καὶ τὰ ἑξῆς. τῷ γὰρ ἀντὶ τοῦ τοίνυν κἀνταῦθα ἐχρήσατο· πάντων γὰρ τῶν ἀπὸ τοῦ οἴδαμεν ὅτι ὁ νόμος πνευ 374 ματικός ἐστιν προειρημένων αὐτῷ, συναγωγὴν ἠβουλήθη ποιήσα σθαι. τῷ μὲν νόμῳ τοίνυν, φησί, συνήδομαι τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπονὀνομάζει τὸ ἐν ἡμῖν νοερόνκαὶ χαίρω καὶ γέγηθα τούτου τοῖς παραγγέλμασιν, βλέπω δὲ νόμον ἕτερον, τὸν τῶν ἐμαυτοῦ μελῶν ἀντιπαραταττόμενον τούτῳ καὶ πρὸς βίαν εἰς ἑαυτὸν ἀποσπῶντά με καὶ οἷον αἰχμαλώτῳ τινὶ παρακεχρημένον μοι· ἃ γὰρ ἐκεῖνος ἐπιτάττει, καὶ ὧν ἐκεῖνος ἔχεσθαί μοι κελεύει, οὗτος ἀπέχεσθαι τούτων ἐπαναγκάζει. νόμον δὲ ἁμαρτίας ἐν τοῖς μέλεσιν αὐτοῦ τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός, ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου τὸ τοῖς ὑπ' αὐτὸν τὰ αὐτῷ δοκοῦντα παρακελεύεσθαι. ἐγὼ τοίνυν οὐχ ᾧ χαίρω νόμῳ, φησίν, ὑπακούω, ἀλλ' ᾧ μὴ χαίρω· οὐ πράττω γὰρ ἃ βούλομαι, ἃ δὲ μὴ βούλομαι πράττω, καὶ μᾶλλόν μου τῶν μελῶν ὁ νόμος τοῦ θείου νόμου κατακρατεῖ, καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος ἀντισχεῖν οὐκ ἀρκῶ. τὸ μὲν γὰρ τὸ

About this text

Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.