Fragmenta in epistulam ad Romanos Unit 4 opening
Unit 4.
Lemma-led open — ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, εἴπερ πνεῦμα θεοῦ, φησίν, οἰκεῖ ἐν ὑμῖν·
Greek
ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, εἴπερ πνεῦμα θεοῦ, φησίν, οἰκεῖ ἐν ὑμῖν· τότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπέλαβον, τοῦ πνεύματος αὐτοὺς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν, φησί, πρὸς πνευ ματικὴν μετέστητε ζωὴν ἐκ τῆς σαρκικῆς, ἡ τοῦ πνεύματος κατοικοῦσα χάρις ὑμᾶς ἀποχρώντως δηλοῖ. {Rom 8,9b-10} Εἰ δέ τις, φησί, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν ἀξιωθέντες ἑνώσεως εἶναι λέγονται τοῦ Χριστοῦ διὰ τῆς τοῦ ἑνὸς πνεύματος μετουσίας. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. εἰ τοίνυν γνωρίζεται Χριστός, φησίν, ἐν ὑμῖν τῷ τοῦ πνεύματος αὐτοῦ 377 μετέχειν ὑμᾶς, ὃν τρόπον ἐστὶ τὸ σῶμα διὰ τὴν ἁμαρτίαν ἀθανασίας ἀμέτοχον, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην τὸ πνεῦμα. πνεῦμα δὲ τὸ πνευματικὸν σῶμα προσεῖπεν ἐκ τοῦ μεθεκτικοῦ τὸ μετέχον καλέσας, ὡς καὶ ἐν τοῖς Εὐαγγελίοις τὸ γεγεννημένον φησὶν ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. {Rom 8,11} Ἀλλὰ μὴν οὐδὲ δεῖ περὶ τούτου, φησί, διαμφισβητεῖν, ὅτι τοὺς ἠξιωμένους ναοὺς γενέσθαι τοῦ πνεύματος καὶ ταύτῃ κεκοινωνη κότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι' αὐτὸ τοῦτο καὶ τῆς ἐκ νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀναστάσεως. {Rom 8,12-131 Ἀγωνισάμενος διὰ πάντων καὶ δείξας οὐκέτι προσήκειν αὐτοὺς τῷ Ἀδάμ, τοῦτ' ἔστι τῇ παθητῇ καὶ ὑπὸ νόμον ζωῇ, ἀλλ' εἶναι Χριστοῦ, τοῦτ' ἔστι πνευματικούς τε καὶ ἀκηράτους, συγκεφαλαιούμενος τὰ διὰ πλειόνων ἐν τοῖς ἔμπροσθεν εἰρημένα, νουθεσίαν σαφῆ τε καὶ σύντομον ἐπιφέρει λέγων μὴ χρῆναι τοῦ λοιποῦ τοῖς τῆς σαρκὸς ἑαυτοὺς πάθεσιν ἐκδιδόναι. διὰ τί; εἰ γὰρ κατὰ σάρκα ζῆτε, φησί, μέλλετε ἀποθνῄσκειν· τῆς γὰρ τοιαύτης ζωῆς, φησί, φθορὰ τὸ τέλος ἐστίν. εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· εἰ μέντοι, φησί, κατὰ τὴν ἐνοῦσαν ὑμῖν τοῦ πνεύματος χάριν σπουδάζοιτε ζῆν, ἀνενεργήτους ἑαυτοὺς πρὸς τὰς τοιαύτας τοῦ σώματος πράξεις διαφυλάττοντες, οἴσεσθε τὴν ἀθανασίαν. {Rom 8,14} Οἱ γὰρ πνεύματι θεοῦ κυβερνώμενοι, τοῦτ' ἔστιν οἱ πνευματικοὶ καὶ οὐ ψυχικοί, ἑαυτοῖς ὡς ἀληθῶς τὸ εἶναι θεοῦ βεβαιοῦσιν υἱοί. ἔφη δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὸν νόμον χρηματισάντων υἱῶν θεοῦ καὶ αὐτῶν διὰ τὴν ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἐξαίρετον τοῦ θεοῦ κηδεμονίαν περὶ αὐτούς· ἐλάλησας γὰρ ἐν ὁράσει τοῖς υἱοῖς σου, φησί, καὶ υἱὸς πρωτότοκός μου Ἰσραήλ, καὶ ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὡς πρὸς τούτους οὖν ἀντιδιαιρῶν τοὺς κατὰ Χριστὸν ἔφη τὸ οὗτοί εἰσιν υἱοὶ θεοῦ. 378 {Rom 8,15} Οὐ γὰρ κατὰ τὴν προτέραν καὶ ἡ νῦν χάρις ἐστίν, ὡς καὶ τοῦ νόμου καὶ κατὰ χάριν θεοῦ δεδομένου. τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· χάριν ἀντὶ χάριτος, τὴν Χριστοῦ λέγων ἡμῖν ἀντὶ τῆς διὰ Μωϋσέως δεδόσθαι. οὐ τοίνυν τῆς νομικῆς παραπλησία καὶ ἡ τῆς παρούσης χάριτος δωρεά, μακρῷ δὲ καὶ ἀπείρῳ προέχουσα, καὶ ὅσῳ γένοιτ' ἂν μείζων τῆς δεσπότου περὶ δούλους εὐνοίας ἡ πατρὸς σχέσις περὶ γνησίους υἱούς. τότε μέν γε παρανομοῦντες φόβῳ τοῦ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας, νυνὶ δὲ Χριστοῦ καταργήσαντος διὰ τοῦ οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {Rom 8,16-17a } Κεκτήμεθα τῆς τοσαύτης χάριτος, φησί, τὸ ἐνέχυρον ἀξιόπιστον· ἧς γὰρ πνευματικῆς μετεσχήκαμεν δωρεᾶς ἐπὶ τῇ τῆς υἱοθεσίας ταύτης ἐλπίδι, αὕτη βεβαιοῖ τὴν προσδοκίαν ἡμῖν βεβαιουμένη διὰ τὸ ἐξ οὗπέρ ἐστι πνεύματος ἀξιόπιστον. αὐτὸ μὲν γὰρ τὸ πνεῦμα τὴν τοῦ ἁγίου πνεύματος ὑπόστασιν λέγει, τῷ πνεύματι δὲ ἡμῶν
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.