Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
ὁτιοῦν αὐτῶν συνεισενεγκαμένων ἰδίᾳ φιλοτιμίᾳ θεὸς τῆς τῶν νομίμων αὐτοὺς ἠξίωσε λήψεως, καὶ οὐ δέοι διὰ τοῦτο τῷ μεγέθει τῆς δωρεᾶς αὐτοὺς ἀπιστεῖν, ἀλλ' ἀντιποιεῖσθαι μᾶλλον διὰ τοῦτο πλέον τῆς ἀρετῆς· τὸ γὰρ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἀντὶ τοῦ οὐκ ἔνεστιν οὔτε λογίσασθαι τί σοι τοιοῦτον, οὔτε εἰπεῖν, προλαβόντος σε τοῦ θεοῦ τῇ δόσει τοῦ νόμου. ὅπερ τοίνυν ἐκείνοις ἐλέγετο περὶ τῆς τοῦ νόμου δόσεως τότε, φησί, τοῦτο καὶ ἡμῖν νῦν ἐπὶ τῆς διὰ Χριστοῦ χάριτος ἐφαρμόττει· τὸ γὰρ τοῦτ' ἔστιν ταῖς Μωϋσαϊκαῖς αὐτὸς τρίτον παρέθηκε ῥήσεσιν, τοιοῦτόν τι διὰ τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου, ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν· περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτηρίαν διεῖλε συνήθως, καὶ τὸ μὲν τῇ πίστει τῆς καρδίας, τὸ δὲ τῇ ὁμολογίᾳ τοῦ στόμα τος ἀποδέδωκεν, ἑκατέροις ἁρμόττοντος ἑκατέρου. {Rom 10,14-15} Ἡ μὲν γραφή, φησί, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ κυρίου λέγει σωθήσεσθαι. οὐχ οἷόν τε δέ τινα τῶν πάντων ἐπικαλέσασθαι μὴ πιστεύσαντα πρότερον, πιστεῦσαι δὲ πάλιν ἀδύνατον μὴ τὸ πιστευθησόμενον προακούσαντα, καὶ μὴν ἀκοῦσαι πλέον ἀμήχανον οὐκ ὄντος τινὸς τοῦ κηρύσσοντος· κηρῦξαι δὲ αὖ πῶς ἐνδεχόμενον οὐκ ἀποσταλέντα εἰς τοῦτο; οὐκοῦν ἡγεῖσθαι δεῖ τῆς μὲν κηρύξεως τὴν ἀποστολήν, τῆς ἀκοῆς δὲ τὴν κήρυξιν, τὴν ἀκοὴν δὲ τῆς πίστεως, τὴν πίστιν δέ γε τῆς ἐπικλήσεως· οὐ γὰρ ἂν γένοιτο τὰ δεύτερα τῶν προτέρων οὐκ ὄντων. εἰ τοίνυν τὸ πρᾶγμα ταύτῃ χρὴ προελθεῖν, ταύτῃ καὶ 397 προὔβη, καὶ οὐκ ἂν ἔχοι τις ἐπισκῆψαι τοῖς ὑπὸ θεοῦ τὸ παράπαν· πέπομφε γὰρ προχειρισάμενος τοῖς ἅπασι περιαγγελοῦντας τὸ κήρυγμα, ὥστε καὶ προσήκειν αὐτοῖς ἐκεῖνο τὸ τῆς γραφῆς· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελι ζομένων τὰ ἀγαθά. {Rom 10,16-17} Τοῦτο θέλει διὰ τούτων εἰπεῖν, ὅτι θαυμαζέτω μηδείς, εἴ τινες πρὸς τὸ εὐαγγέλιον διαμάχονται καὶ τῶν εἰρήνην τε καὶ ἀγαθὰ κηρυττόν των οὐχ ὑπακούουσιν· καὶ γὰρ καὶ τοῦτο αὐτὸ πάλαι προανεφώνησεν Ἡσαΐας. θεὶς δὲ αὐτοῦ τὴν φωνήν· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; συνίστησι καὶ ἐκ ταύτης τὸ εὖ αὐτῷ προειρῆσθαι· πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν ἀεί· λέγει γάρ· ἄρα ἡ πίστις ἐξ ἀκοῆς. τοῦτο ἐκεῖνό φησιν ὃ μικρῷ πρόσθεν ἐφάσκομεν, ὅτι τὸν πιστεύειν μέλλοντα δεῖ πρότερον τῆς περὶ τοῦ πιστευθησομένου διδασκαλίας ἀκοῦσαι. ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, ἀντὶ τοῦ ἡ μέντοι διδασκαλία δι' ἐνεργείας θείας τοῖς διδάσκουσι παραγίνεται. {Rom 10,18} Ἀλλ' ἄρα, φησίν, ὁ θεὸς μὲν καὶ προεβίβασεν ἀποστόλους καὶ ἀπεκάλυψεν αὐτοῖς ὃ κηρύξουσιν, αὐτοὶ δὲ κατερρᾳθύμησαν. εἶτα τοῖς οὐ πιστεύσασι τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παρ αίτιον γέγονεν. οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο, φησίν· μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τοῦ ∆αυὶδ τὸ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. {Rom 10,19-21} Ἀλλ' ἄρα, φησί, μὴ ἡ τῶν ἐθνῶν κλῆσις ἀγνοουμένη τῷ Ἰσραήλ, ὡς καινοτομηθεῖσα νῦν αὐτὸν ἐσκανδάλισεν; καὶ μὴν ἄνωθεν καὶ ἐξ ἀρχαίου τοῦτο προεπαιδεύοντο, Μωϋσέως μὲν προαπειλοῦντος αὐτοῖς τὸ ἀγνωμονούντων αὐτῶν τὰ ἔθνη προτιμηθήσεσθαι, Ἡσαΐου δὲ πρὸς αὐτοὺς πάλιν ὕστερον ἐλεγκτικώτερόν τε καὶ φανερώτερον λέγοντος, περὶ μὲν τῶν ἐθνῶν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, περὶ δὲ 398 αὐτῶν ἐκείνων τὸ ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. {Rom 11,12a } Τάχα ἂν οὖν, φησίν, εἴποι τις, οὐδὲν ἕτερον τοῖς λόγοις τούτοις ἢ προδήλως τοῦτο βοᾶν ὅτι τὸν ἑαυτοῦ λαὸν ὁ θεὸς ἀπεώσατο. ἐγὼ δὲ οὐ τοῦτό φημι, ὅς γε καὶ αὐτὸς γνήσιος Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο οὖν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· διὰ τῆς ὃν προέγνω προσθήκης ἐμφήνας οὐδὲ λαὸν εἶναι τοὺς ἄλλους θεοῦ, κἂν τὸν αὐτὸν τούτοις ἐπιγράφοιντο κατὰ σάρκα προπάτορα. {Rom 11,2b3} Καὶ ἅμα ἐκ τῆς γραφῆς ταύτης παρίστησι τὸ κἂν τοῖς ἔμπροσθεν χρόνοις πολλοὺς ἐξ αὐτῶν ἀποδοκιμασθῆναι. τὸ μέντοι ἐν τῷ Ἡλίᾳ ἀντὶ τοῦ διὰ τοῦ Ἡλίου εἴρηται. {Rom 11,45} Οὐδὲν οὖν, φησίν, ὡς ἔοικεν, καινὸν οὐδὲ ἐν τῷ παρόντι γεγένηται, λειψάνου τινὸς κατὰ χάριν ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.