Fragmenta in epistulam ad Romanos Unit 7 opening
Unit 7.
Lemma-led open — αὖθις ἡ χάρις ἅπαντας περιλήψεται. , Ἀφαιρέσεώς τε καὶ ἀφέσεως αὐτοῖς γινομένης ἁμαρτημάτω
Greek
αὖθις ἡ χάρις ἅπαντας περιλήψεται. {Rom 11,26} Ἀφαιρέσεώς τε καὶ ἀφέσεως αὐτοῖς γινομένης ἁμαρτημάτων, ἡ σωτηρία σαφής τε καὶ ἀναντίρρητος. {Rom 11,28-29} Εἰ γὰρ καὶ νῦν, φησίν, ἐν τῷ εὐαγγελίῳ προσκρουσάντων αὐτῶν ὑμεῖς ἀντεισήχθητε ἀλλ' οὖν ἐκ πατέρων κἀκεῖνοι πεφίληνται. προσῆκεν δὲ δήπου ὑπάρχειν ἀψευδῆ τε καὶ βέβαια πάντα τὰ χαρίσματα τοῦ θεοῦ. {Rom 11,30-32} Συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται τὸ προκείμενον, ἀνάγκη τοίνυν αὐτὸ σαφηνίσαι. ὅτι γάρ, φησίν, οὐδὲν ἄπιστον λέγω, καὶ εἰς τὰ καθ' ὑμᾶς αὐτοὺς ἀποβλέψατε· ὑμῶν ἀπειθούντων πάλαι ποτὲ τούτους ἠλεήκει θεός, νῦν τὸ ἀνάπαλιν τούτων ἀπειθησάντων ὑμεῖς ἠλεήθητε. ὥσπερ οὖν τῆς νῦν σωτηρίας ὑμᾶς ἡ πρόσθεν οὐκ ἐκέκλικε ἀπείθεια, τὸν αὐτὸν οἶμαί που τρόπον οὐδὲ τούτοις ἐν καιρῷ τῆς σωτηρίας ἐμποδὼν ἡ νῦν ἀπείθεια κατασταθήσεται· οὐδὲ γὰρ ἐνδέχεται τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὑπὸ τῆς ἀνθρωπίνης ἀντιλογίας ἐκνικηθῆναι, ἀλλὰ καὶ πάντων
About this text
Gennadius of Constantinople, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Gennadius of Constantinople’s Fragmenta in epistulam ad Romanos — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.