Homilia i in sanctum pascha Unit 1 opening
Unit 1.
Lemma-led open — Θαρσεῖτε
Greek
Homilia i in sanctum pascha (homilia 3) (e cod. Sinaitico gr. 492) Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ ἅγιον πάσχα 1 Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμε νος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ' ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυ γάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νε νικηκότος· «Θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κό σμον»· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοί νυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳ δουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕ μνον οὐράνιον ἐξᾴδοντες. «Ὁ τῆς δικαιοσύνης ἥλιος», ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν. 2 Μή τις τοίνυν ἀπιστείτω τοῖς τοῦ σταυροῦ συμβόλοις, ἀλλὰ τὸ μακάριον καὶ τρισμακάριον ξύλον τοῦ σταυροῦ προσκυνείτω, καὶ τοῖς τοῦ σταυροῦ συμβόλοις τοῦ θύρας οὐρανοῦ ἡμῖν ἀνοί ξαντος. Οὐκέτι «καίουσι λύχνον καὶ ὑπὸ τὸν μόδιον τιθέασιν», μόδιον δέ φημι τὸν Νόμον, «ἀλλ' ἐπὶ τὴν λυχνίαν», λύχνον δὲ τὸν Λόγον· ὑπὸ τὸν Νόμον δὲ ἐτύγχανεν καὶ ἐκρύπτετο τοῖς ἀπίστοις ὁ Λόγος ὡς ὑπὸ τὸν μόδιον· ὅτε δὲ ἦλθεν ἐπὶ σταυροῦ καὶ ἐπὶ τὴν λυχνίαν ἐτέθη, τότε τῷ τῆς οἰκουμένης
About this text
Hesychius of Jerusalem, Homilia i in sanctum pascha (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia i in sanctum pascha — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.