Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν; – «Μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδεισον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παραδείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν. 5 Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγόμενον καὶ ἄνθρωπον 1 ἐγειρόμενον καὶ ὀστέα ἀγαλλιώμενα καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους πλασσομένους καὶ οὐρανοὺς σχιζομένους καὶ δυνάμεις κραζούσας· "Αρατε πύλας οἱ ἄρχοντες ὑμῶν" καὶ τὰ ἑξῆς. Σήμερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζωσμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδάτων, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος γὰρ ἐκρύβη πρῶτον
About this text
Hesychius of Jerusalem, Homilia i in sanctum pascha (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia i in sanctum pascha — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.