Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗ τος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρο γωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ» οὐ καται σχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμ φωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύου σιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκ οῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυ τοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν. 10 «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο; – Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ 2 μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν. 11 Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί». «Ῥομφαία σοῦ τὴν ψυχήν», ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα. 12 Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ' αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν <ἐξ> ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ' αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος
About this text
Hesychius of Jerusalem, Homilia ii de Hypapante (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s Homilia ii de Hypapante — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.