Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
δόξαν ἐφανέρωσεν, τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων <οὐ> μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προ λαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα. 6 Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγ χανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζα χαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέ σεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπι στρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.» 7 Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν παύεται. «Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσ ηγορία καινή· καινὸν γὰρ τὸ δι' αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγή γερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφη τῶν ὁ παρὰ σοῦ τικτόμενος. 8 «Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ' ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ' ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπ ήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν αἴροντα, ἀλλ' «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις 2 αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦ σιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας. 9 «Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ' ἵνα κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρ ματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ' αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι. 10 «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνά μει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας. Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ' αὐτοῖς ῥημάτων
About this text
Hesychius of Jerusalem, In conceptionem venerabilis praecursoris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In conceptionem venerabilis praecursoris — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.