Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε. 9 «Παραδώσουσι δὲ ὑμᾶς εἰς συνέδρια», ἀλλὰ θαρρεῖτε, ὁ Πατὴρ οὐ χωρίζεται, ὁ Υἱὸς οὐ μακρύνεται, τὸ Πνεῦμα οὐκ ἀφίσταται, δορυφοροῦσιν ἄγγελοι. «Καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς.» Ὑμεῖς δὲ σφόδρα χαίρετε· οἱ γὰρ ὑπὲρ εὐσεβείας πόλεμοι <καὶ οἱ> ἐκ τῶν μαστίγων μώλωπες τῶν ἡλιακῶν ἀκτίνων εἰσὶν εὐπρεπέστεροι. «Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν». Μηδὲ τούτῳ ναρκήσητε· ἕνεκεν ἐμοῦ τοῖς ἡγεμόσι παρίστασθε, ὑπὲρ τῆς ἐμῆς δόξης βασιλεῦσι προσάγεσθε. Μεθ' ὑμῶν τοίνυν ὁ τοὺς βασιλεῖς χρίσας, ἐν ὑμῖν ὁ τοῖς ἡγεμόσι διαταξάμενος ὅρια, ὁ τούτοις τὸ βῆμα μετρήσας κἀκείνοις τὸ σκῆπτρον χαρισάμενος. Ἔτι δὲ καὶ τοῦτο σκοπεῖτε, ὡς οὐ μᾶλλον ἀγώγιμοι πρὸς βασιλεῖς καὶ ἡγεμόνας γίνεσθε, ἀλλ' εἰς μαρτύριον αὐτοῖς, τοῖς παισὶ τῶν Ἰουδαίων εὔδηλον, ἀλλὰ μὴν καὶ τοῖς ἔθνεσιν, ἵνα γνῶσιν τοῦ παρ' ὑμῖν μαρτυρουμένου τὴν δύναμιν, ὅτι πτωχοὶ χαλινοῦσι τοὺς ἄρχοντας, ἄγροικοι δυσωποῦσι τὴν ὑπατικὴν βουλὴν καὶ τὴν πολυθρύλητον καταπτύουσι σύγκλητον, ἰδιῶται τυράννους καταισχύνουσι καὶ βασιλεῖς ἐντρέπουσιν. «Ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε»· γλῶτται γάρ ἐστε τοῦ λόγου καὶ τῆς σοφίας αὐλοὶ καὶ κήρυκες τῆς ζωῆς καὶ ῥήτορες τοῦ ῥητόρων μὴ χρῄζοντος, καὶ τούτου χάριν ὑμῖν ἀκολουθεῖ τὸ ἑπόμενον· «∆οθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε». Πρὸ τῆς ὥρας ὑμῖν ὁ λόγος οὐ χορηγεῖται τῆς χάριτος, μήποτε ὑμέτερα νομίσητε τὰ παρ' ὑμῶν φερόμενα ῥήματα· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν»· ὑπὲρ αὐτοῦ γὰρ ὁ ἀγών, ὁ ἆθλος δι' αὐτόν· αὐτοῦ γὰρ χάριν τὸ στάδιον. Χρὴ τοίνυν παρ' αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδο κᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπίζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται. 10 «Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.» Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ 4 τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. «Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου»· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρκες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μισεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ' ἐπιμένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· «Ἔσεσθε γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων εἰς τέλος, οὗτος σωθήσεται.» 11 Ἄκουε τὸν λόγον, ὦ πιστέ, καὶ τὴν ἐντολὴν φύλαττε καὶ τὴν ὑπομονὴν ἀπὸ σπουδῆς γεώργησον καὶ τὸν ἐξ αὐτῆς ἄσταχυν μετὰ πολλῆς τῆς εὐφροσύνης θέρισον. Τρύγησον τὴν σταφυλήν, τὸν βότρυν ληνοβάτησον. Μὴ λέγε πολλά· «Τὰ δεινὰ ποικίλα, τὰ λυπηρὰ χαλεπά, τὰ συνέχοντα κατηφῆ· τὰ ἐκ πατρίδος ἀγάλλεται, στυγνὰ δὲ τὰ ἐπὶ ξένης εὑρίσκεται· οἱ παρακαλοῦντες ὀλίγοι, πολλοὶ δὲ οἱ σκελίζοντες· ἡ φιλοσοφία λοιδορεῖται καὶ ἡ ἀρετὴ σκώπτεται· φόβος με περὶ τῶν οἰκείων ἔχει, ἀγών μοι τῶν συγγενῶν ἐνέπεσεν, πολιορκεῖ με τῶν ἰδίων ἡ μέριμνα.» Μὴ λέγε ταῦτα, μὴ λογίζου, μηδὲ τὰ νεῦρα τῆς ὑπομονῆς ἔκλυε, μηδὲ τῆς ὀλιγωρίας γεώργει παρὰ σαυτῷ τὰ δράγματα, ἀλλ' εἰς τοῦτον τὸν σταυρὸν τὸν βασιλικὸν ἀπὸ σπουδῆς ἀπόβλεπε, εἰς αὐτὸν θεώρει καὶ κατασκόπει μετὰ τοῦτον τὴν ἱερὰν ταύτην παστάδα, τὴν Ἀνάστασιν. Ζωγράφει παρὰ σαυτὸν τὸν βασιλέα ἐπὶ ξύλου κρεμάμενον, δεσπότην παρὰ τῶν δούλων ἀδίκως ῥαπιζόμενον, νομοθέτην παρὰ τῶν ὑπευθύνων ἀναιδῶς ἐμπτυόμενον, τὸν πᾶσαν περιβολὴν πλουτοῦντα τῆς στολῆς ἀναισχύντως γυμνούμενον. Ἀλλ' ἰδοὺ θεωρεῖς ἐν τίσι τὴν ἀνάστασιν; Ἐνταῦθα τοῦ γυμνωθέντος αἱ ὀθόναι τὸν πλοῦτον δεικνύουσι, τοῦ ῥαπισθέντος τὴν δύναμιν παραστήσουσιν ἄγγελοι, τοῦ κολαφισθέντος τὴν δόξαν αἱ φωναὶ τῶν ἐξ οὐρανῶν καταβάντων μηνύουσι· αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5
About this text
Hesychius of Jerusalem, In sanctum Procopium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Procopium — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.