Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν ἐκακύνετο. Περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν νοσηλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε. Καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. Ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσι. Πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. Πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. Ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. Τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. 86 Exc. De ins.: Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 87 Exc. Salmas.: Κλαύδιος δειλὸς ὢν πάντας 87 τοὺς προσιόντας αὐτῷ ἐποίησεν ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρεστήκεσαν αὐτῷ. 88 Exc. De virt.: Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ' αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ' ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ' αὐτῆς πραττομένων,
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.