Historia Chronike · §u13-open

Historia Chronike Unit 13 opening

Unit 13.

Lemma-led open — ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ. .: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς

Greek

131 ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ. Ibid.: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς πάντας φονεύειν ἤρ ξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν 49 μόνον αὐτὸν αὐτοκράτορα ἀποδείξωσιν. Οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν. Μεμνημένοι γὰρ τοῦ Σεβήρου, ἴσην αὐτοῖς τιμήν τε καὶ εὔνοιαν παρείχοντο. Ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προσεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος εἰρήνην εἰς τοὺς βαρβάρους, ἐπὶ τὴν Ῥώμην ἠπείγετο. Καὶ ἐπειδὴ κατέλαβε τὴν μητέρα καὶ τὸν ἀδελφὸν ἐν τοῖς μεθορίοις τῆς Ῥώμης, ἅμα αὐτοῖς ἐπὶ τὴν πόλιν ἀφίκετο. Ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν· καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον εἰς τὰ βασίλεια· διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττεσθαι κελεύσας πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν· μόναις δὲ ταῖς δημοσίαις ἐχρῶντο, ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ συνιόντες, εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ εἴποτε ὀφθῆναι. Ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν πρὸς τὸν πατέρα τιμήν. Ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ' ἀλλήλων, καὶ πάντα ἔπραττεν ἑκάτερος, τίς πρῶτος τὸν ἕτερον ἀποσκευάσεται. Ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώμασιν ἦσαν. 2. Ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ συνάγειν ἐπειρᾶτο μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν. Καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπ' Εὐρώπην δεχομένου, τοῦ δὲ Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν καλουμένην πᾶσαν, ἤρεσκε τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι τὸ στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας· οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. 3. Ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις εἰς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία, «Γῆν μὲν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρίσκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ' ἑαυτῷ τὸ μέρος θαπτέτω.» Ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα, καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα, συνάγειν ἐπειρᾶτο. Πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. Εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν, καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. Οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προὐχώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. Τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ' ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διὰ ξίφους ἐχώρησε, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. 4. Κατεργασθέντος οὖν αὐτῷ, τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, φερόμενός τε δι' ὅλων τῶν βασιλείων, ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι, μόλις τε σωθῆναι· τούς τε στρατιώτας οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν εἰς τὸ στρατόπεδον. Πιστεύσαντές τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε τὸν δῆμον κατεῖχεν, ὁρῶντες περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα. Ὡς δὲ εἰσεπήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναὸν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν εἰς γῆν ὡμολόγει χάριτας τῆς σωτηρίας· καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν οὐχ ὡμολόγει· ἐβούλετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούεσθαι· καὶ διὰ τοῦτο ὅσα ἐν ἔτεσι ιηʹ ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ εἰς τοὺς στρατιώτας ἐξέχεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι, καὶ τοῦτον αὐτοκράτορα ψηφίσωνται. 5. Καὶ ἐπιβὰς τοῦ θρόνου, τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει, καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. Οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις, αὐτοκράτορα αὐτὸν

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.