Historia Chronike · §u13-rem-mid

Unit 13 rem mid

Rem mid: Unit 13; lemma continues; reading with the letter.

Greek

πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκύᾳ τε χρησάμενον μαθεῖν. Ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος, καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. Οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. Ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, ἄγειν πρὸς αὐτόν. Ὁ δὲ ἀναγνοὺς, καὶ περιτυχὼν τῇ κατ' αὐτοῦ θανατηφόρῳ γραφῇ, ταύτην μὲν 51 ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. Φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. 2. Ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου· τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ, ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. Τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα, πείθει ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. Καιροῦ δέ τινος δραξάμενος, ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάρραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὑτὸν πρὸς χρείας ὑποτοπεῖ, καὶ μονωθέντα παίει. Καιρίου δὲ τῆς πληγῆς γενομένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος, καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. 134 Ex. Salm.: Ἀντωνῖνος ἔτη ςʹ, μῆνας βʹ. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ' ὃν Βασιανὸς, ὃν ὡς ἱερωμένον ἡλίῳ, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλεγον. Ὠνομάσθηδὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱὸς, καὶ ἐκράτησεν ἔτη ςʹ. μεθ' ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ. Μετὰ Ἀλέξανδρον Μαξιμῖνος. Ἀντωνίνῳ τῷ Καρακάλλῳ Σεραπίων ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας αὐτὸν τῷ δακτύλῳ. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. Τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ ὄναρ ἐπέστη λέγων, «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, κἀγὼ σὲ ἀποσφάξω.» Ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη. 135 Exc. De ins.: Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι, ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. Οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. Ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα, καὶ τὴν κόνιν ἐν κάλπῃ βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. Ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. Τοιούτῳ μὲν δὴ τέλος ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. Ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσι συνετελέσθη. 136 ΜΑΚΡΙΝΟΣ. Ibid.: Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων, τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. Οἱ γὰρ στρατιῶται παραβάλλοντες τὰς Ἀντωνίνου μνήμας, κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ' ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ' ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. Ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα, προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν. Ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. 3. Μαισὰ ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.