Historia Chronike · §u14-open

Historia Chronike Unit 14 opening

Unit 14.

Lemma-led open — ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. . .: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδ

Greek

137 ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκχευεν, ἐνδύμασί τε ξένοις χρώμενος, ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαϊκὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο. Ἡ δὲ Μαισὰ ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαϊκὴν στολὴν, μέλλοντα εἰς τὴν πόλιν καὶ ἐς τὴν σύγκλητον ἐσελεύσεσθαι. Ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμους τε 53 ἐπιτελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμερα, πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπαγαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν. 138 Ibid.: Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων, διδασκάλους τε πάσης παιδείας λάθρα μετεπέμπετο, παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις εἴθιζεν. Ἐφ' οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίγνωσκε, τούς τε διδασκάλους ἀπεσόβει. Ἐς τοσοῦτον δὲ ἐξώκειλεν, ὡς ἂν πάντας τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας ἀρχὰς, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα, τῆς τε τῶν ἱππέων ὑποστάσεως προέστησεν ἡνίοχον. Τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχείριζε. Πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. Ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον, περιδεραίοις τε χρυσοῖς καὶ ἐσθῆσιν ἁπαλαῖς ἀνάνδρως κοσμούμενον. Ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. 139 Exc. De ins.: Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον, ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους· ἐφρούρουν τε αὐτὸν

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.