Unit 17 rem close
Rem CLOSEOUT: Unit 17 CLOSEOUT.
Greek
ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς. 174 Exc. De ins.: Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς 66 διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινὸς αἰωρήσαντες, περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον· ἐφ' ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων ὑπονοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. Οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωσθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον, καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν, φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους, ἀξιόχρεως ἂν ἐγένετο, καὶ πολλῶν ἐπινικίων πομπῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. Μεθ' ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις, ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ Λούγδουνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελὼν, τετάρτῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ. Ὁ ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου, Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλιῶν ἀποδεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν, καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἂν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμενος, πρὸ τριακοστῆς ἡμέρας ἐκποδὼν κατέστη. 175 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς, βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας τε καὶ γυναῖκας. Καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολάσεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 2. Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιος καὶ γαληνὸς τὸν τρόπον, καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μάλιστα πιστός· ἀπό τε τῆς τοῦ ἤθους πρᾳότητος καὶ ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρισμένος. 176 Exc. Salm.: Ἰουλιανὸς Καῖσαρ προβληθεὶς εἶπεν, ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή· ὡς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐν τούτῳ τῷ σχήματι ἀπολωλότος. Κωνσταντῖνος πρὸ ὀλίγων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἔδοξε κρατεῖν σφαῖραν, ταύτην δὲ παῖδα τινὰ προσελθόντα ἁρπάζειν ἐκ τῶν χειρῶν αὐτοῦ.
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.