Unit 19 rem close
Rem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek
πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ' αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος δὲ ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον τοῦ οὐρανοῦ φανῆναι. Ὁ μέντοι Γαϊνὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· ὡς δὲ, τῆς φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. Νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. Ὅτε δὴ καὶ ἡ τοῦ Θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. Ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι, ἐν σχήματι ὁπλιτῶν, μέγαλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον, καταπλαγέντες ὑπεχώρησαν. Ὡς δὲ ἀπαγγελθέντος τούτου Γαϊνᾷ, ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ, καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει· ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει, συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι, πὰ ὅπλα λαθραίως κομίζοντες. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες, τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαϊνάς· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τείχους φυλακὴν διέθεον. Ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαϊνὰς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου, ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προνοίας ἐδείκνυτο θαύματα. Ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ τοῦ κλύδωνος ἐκριπτούμενοι. Πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο· καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαϊνὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης, καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φλαυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος, ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχὴν, καθ' ἣν ἐτέχθη Ἀρκαδίῳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. t191202 ΘΕΟ∆ΟΣΙΟΣ Ο ΝΕΟΣ. 191 Exc. De virt.: Ὅτι Θεοδόσιος ὁ νέος διὰ τὴν ἄγαν τῆς ἡλικίας νεότητα οὐδὲ πρὸς τὸ φρονεῖν, οὐδὲ πρὸς τὸ πολεμεῖν ἱκανὸς ἦν· ἀλλὰ μόνον ὑπογραφὰς τοῖς βουλομένοις παρεῖχε, μάλιστα δὲ τοῖς περὶ τὴν βασιλείαν εὐνούχοις. Ἐξ ὧν ἅπαντες, ὡς εἰπεῖν, τὰς οὐσίας ἡρπάζοντο. Οἱ μὲν γὰρ ἔτι ζῶντες ἐκληρονομοῦντο, οἱ δὲ τὰς γαμετὰς ἑτέροις παρέπεμπον, καὶ τέκνων ἐστηροῦντο βιαίως, ἀντιλέγειν τοῖς τοῦ βασιλέως διατάγμασιν οὐ δυνάμενοι. Ἐν τούτοις μὲν οὖν τὰ Ῥωμαίων ὑπῆρχεν. 192 Ibid.: Ὅτι Θεοδόσιος ὁ βασιλεὺς χαίρειν εἰπὼν τοῖς παιγνίοις, ἐπὶ λόγους ἐλευθέρους μετέβαλε τὴν γνώμην, Παυλίνου τε καὶ Πλακίτου συναναγιγνωσκόντων αὐτῷ· οἷς καὶ ἀρχὰς καὶ ἐξουσίας ἐχαρίσατο μεγάλας. 193 ιβιδ.: Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ' οὕτως γέγονε φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι 74 νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους τῷ Θεοδώρῳ προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι' ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.