Historia Chronike · §u19-rem-early

Unit 19 rem early

Rem early: Unit 19; lemma and argument toward the thesis.

Greek

τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ, διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην· οὗτος γὰρ πολλοὺς τῶν ἐν ἀξιώματι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς, τοῦ τὴν ὕπατον διέποντος, ἐπειδὴ δὲ τὸν Ἀρβογάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς, σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. Καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγούμενος, γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσι· ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς, παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθεὶς, ἀπῄει πρόκωπον 71 ἔχων τὸ ξίφος. Πολέμιος τοίνυν ἀπεδείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ· καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι. Ὁ δὲ βάρβαρος, τὴν κατ' αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν, Βέρναν λεγόμενον, διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πολιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον εὑρὼν, ξίφει διεχρήσατο. Οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβογάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστησε Ῥιχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. Καὶ ὁ μὲν Ῥιχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας, ἄκοντί γε περιτίθησι τὸ σχῆμα. Ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε, πειρώμενος εἰ ὁμολογοίη φίλος εἶναι, καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. Οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις, καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας, ἀπεπέμψατο. Αὐτὸς δὲ Ῥωμαϊκὸν μὲν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαϊνὰν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ, ἄρχοντας τῶν στρατοπέδων παραλαβὼν, ἅμα δὲ καὶ Στιλίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Σερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκῶν Οὔννων, σὺν τοῖς παρεπομένοις φυλάρχοις διαναστήσας, εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον, μηδέν τι προσδοκῶντα, ἀπαράσκευον καταλάβοι. Ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. Ὁ δὲ Ἀρβογάστης ἀντεμάνη, ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων, καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ' ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. Ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατοπέδων ὑπῆρχεν. Ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπαναχωρήσας, τὸν δὲ Θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας, τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας, ἐν ὅλοις τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν· ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν, καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. Ὁ δὲ Ἀρβογάστης ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη, τῷ σφετέρῳ περιπεσὼν ξίφει. Ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο· καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει, καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. 188 Exc. De virt.: Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὁνωρίου Ῥουφῖνος καὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. Καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστον ἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. Ἑκάτερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει. 189 Ibid.: Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανε, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων, καὶ τούς τι δυναμένους

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.