Qua ratione homo imago dei

John of Damascus · c. 675–749 · PG 94-96; Qua ratione homo imago dei (Khazarzar) · Original English Translation

Qua ratione homo imago dei Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — ̓Ιωάννου μοναχοῦ πρεσβυτέρου ∆αμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκονίζει τὸ

Greek · §u01-open

Qua ratione homo imago dei ̓Ιωάννου μοναχοῦ πρεσβυτέρου ∆αμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκονίζει τὸ Θεῖον ἄνθρωπος. 95.228 Τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρωπον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πατήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λόγος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγχέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοούσια συνυπάρχοντα ἀλλήλων ἀεί.

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

Qua ratione homo imago dei ̓Ιωάννου μοναχοῦ πρεσβυτέρου ∆αμασκηνοῦ, ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκονίζει τὸ Θεῖον ἄνθρωπος. 95.228 Τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρωπον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πατήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u01-rem-close

οὐ λόγος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγχέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοούσια συνυπάρχοντα ἀλλήλων ἀεί.

Contents ↑