Fragmenta in epistulam ad Titum

Oecumenius · c. 6th cent. · PG 118-119; Fragmenta in epistulam ad Titum (Khazarzar) · Original English Translation

Fragmenta in epistulam ad Titum Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — , ® Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβα

Greek · §u01-open

Fragmenta in epistulam ad Titum (in catenis) Tit 1,12®13a Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡς κακῶς δεικνύντων τάφον ∆ιὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳ ∆ιῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν. ἐκεῖνος ἐψεύσατο τῷ ∆ιῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσιν καὶ γαστέρες ἀργαί. αὕτη ἡ μαρτυρία ἀληθής, οὐκ ἐκείνη. Tit 1,13b Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο εἶπεν ὅτι ἀποτόμως

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

ἔλεγχε. Tit 1,15®16 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ὁ θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ345 γήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

τὸ θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Tit 2,3 Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν ἱεροπρεπεῖς εἶπεν. Tit 2,7 Τὸ τῆς ἀδιαφορίας

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u01-rem-close

ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς σεμνότητος ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶ νοήματος.

Contents ↑