Commentarii in Ecclesiasten · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;" Πάντες ἄνθρωποι ὑπὸ τὸν αὐτὸν ἥλιόν ἐσμεν· τῶν δὲ μοχθούντων οἱ μὲν μοχθοῦσι διὰ τὰ ὑπὲρ τὸν ἥλιον, ἵνα τὴν ἐν οὐρανῷ βασιλείαν κληρονομήσωσιν· οἱ δὲ διὰ τὰ ὑπὸ τὸν ἥλιον, ἵνα τὴν κενὴν δόξαν, ἢ χρήματα περιποιήσονται, ἢ ἀξιώματα. Τί οὖν περισσὸν ἔχει ἄνθρωπος ἀνθρώπου ἐν τῷ μοχθεῖν τὰ ὑπὸ τὸν ἥλιον, ὅπου πάντες τὴν ἐνθάδε καταλελοιπότες ζωὴν, τὸν κοινὸν ὑπομένομεν θάνατον; "Γενεὰ πορεύεται, καὶ γενεὰ ἕρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκε." Τῶν γεγονότων τὰ μὲν ἀδιάδοχα, συμπαρεκτεινόμενα τῷ ἐνεστῶτι αἰῶνι, ὡς οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος, καὶ ἄστρα· τὰ δὲ φθειρόμενα τῇ διαδοχῇ τῆς γενεᾶς σώζεται, ὡς ἄνθρωποι, καὶ πετηνὰ, καὶ νηκτὰ, καὶ φυτά. Τί οὖν μοχθεῖτε, ὦ ἄνθρωποι, περὶ τὰ ἐπίγεια; ὅπουγε τὸ μὲν ἀναίσθητον στοιχεῖον ἡ γῆ εἰς μακρὸν διατείνεται χρόνον, ὑμεῖς δὲ κατὰ γενεὰν ἀπόλλυσθε; Ἢ οὔτως· Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν, κατήγορος ὑμῶν γιγνομένη, ἐφ' ἧς τὰς ἀθεμίστους εἰργάσασθε πράξεις. Πρὸς δὲ διάνοιαν, Γενεὰ πορεύεται, ἡ τῶν Ἰουδαίων, ἐκβαλλομένη· γενεὰ δὲ ἔρχεται, ἡ τῶν εἰς Χριστὸν πιστευσάντων. Ἡ δὲ θεία Γραφὴ, γῆ ὀνομαζομένη, διὰ τὸ ἀκίνητον, καὶ καρποφόρον, καὶ πάνδεκτον· ἡ ἐπὶ τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης εἰς τὸν αἰῶνα μένει, ἀκινήτους ἔχουσα τάς τε τῶν δικαίων ἐπαγγελίας, καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν ἀπειληθείσας κολάσεις. "Ἀνατέλλει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει." Τὸν εὔτακτον δρόμον τοῦ ἡλίου διδάσκει, προπέμπων ἡμᾶς ἐπὶ τὴν κατανόησιν τοῦ τὸν ἥλιον δημιουργήσαντος. Κινεῖται δὲ κυκλοφορικῶς, ὥς τινες ἐκ τοῦ Ἔσδρα ἐσημειώσαντο, οὕτως εἰρηκότος· Μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανὸς, καὶ ταχὺς τὸν δρόμον ὁ ἥλιος, καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐν μιᾷ ἡμέρᾳ εἰς τὸν τόπον αὐτοῦ ἔρχεται. Καὶ οὗτος οὖν, ἔφη, ὁ μέγας ἥλιος πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον παραβαλλόμενος, ματαιότης ἐστί. Πρὸς δὲ διάνοιαν, οὕτω νοήσεις· Ἀνατέλλει ὁ ἥλιος ἐν ταῖς τῶν πιστῶν καρδίαις, ὁδηγῶν εἰς τὰ πρακτέα τοὺς ἄρτι προκόπτοντας· 93.484 ἀλλὰ καὶ δύνει ἐν αὐτοῖς· ὅταν τὰ βάθη τῶν δογμάτων ἐρευνῶσι, μείζονα τὸν πόθον τῆς γνώσεως ἐργαζόμενος. Ἄλλως, Ἀνατέλλει ὁ ἥλιος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ πατρῴων κόλπων· δύνει ἐπ' ἐσχάτων ἡμερῶν, πρὸς δυσμαῖς τοῦδε τοῦ βίου σαρκωθεὶς, καὶ τὴν ἑαυτοῦ πως ὑποκρύπτων θεότητα. Τοῖς μὲν γὰρ πιστοῖς Θεὸς ἐγνωρίζετο, καὶ ἄνθρωπος ἀτρέπτως γεγονώς· τοῖς δὲ ἀπίστοις ψιλὸς ἄνθρωπος ἐνομίζετο. Πάλιν ἀνατέλλει ἐκ τῆς Θεοτόκου Μαρίας τὸ κατὰ σάρκα· δύνει δὲ ἐν τῷ ᾅδῃ παραγενόμενος· ἀλλὰ καὶ πάλιν ἀνατέλλει ἐκ νεκρῶν ἀνιστάμενος. Κατὰ δὲ πάντα τὸν τρόπον τῆς θεωρίας, πάντας τοὺς πιστοὺς ἕλκει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀψευδῶς εἰρηκὸς, Ὅταν ὑψωθῶ, πάντα ἑλκύσω πρὸς ἐμαυτόν. "Ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς Νότον, καὶ κυκλοῖ πρὸς Βοῤῥᾶν." Τὰ κλίματα ἔφη, δι' ὧν ὁ ἥλιος ὁδεύει. Κατὰ δὲ θεωρίαν συμβολικῶς, Νότον ἐνδέχεται νοεῖν θερμὸν ὄντα, τὴν ἐν ἡμῖν φρόνησιν· πυρώδης γὰρ καὶ θερμὴ ἡ φρόνησις· Βορέαν δὲ τὴν ἀνδρείαν· σκληρὸς γάρ ἐστι καὶ ἐπιδέξιος· Λίβαν δὲ τὴν σωφροσύνην, τὴν ψύχουσαν καὶ ξηραίνουσαν τὰς τοῦ σώματος ἡδονάς. Ἀπηλιώτην δὲ τὴν δικαιοσύνην, τὴν διὰ πασῶν χωροῦσαν ἀρετῶν. Πάντα οὖν, φησὶ, τὰ κλίματα τῆς ψυχῆς καταυγάζων, ἐναστράπτει ὁ τῆς δικαιοσύνης Ἥλιος. Ἄλλως· Ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, τὰς κώμας καὶ τὰς πόλεις τὰς ἐν τῷ Νότῳ κειμένας δι' ἑαυτοῦ περιενόστει· διὰ δὲ τῶν ἀποστόλων, τὰ βόρεια μέρη· τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συνάγων, καὶ τὰ πάντα ἐκπεριερχόμενος, πάντας εἰς σωτηρίαν προτρέπει. "Κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλου αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα." Κατὰ μὲν ἱστορίαν πνεῦμα καλεῖ τὸν ἥλιον, διὰ τὸ ταχὺ τῆς κινήσεως. Τινὲς δέ φασιν ἐκ τῶν ἔξωθεν λόγων ἡγούμενοι, ὅτι καὶ ἔμψυχον ζῶόν ἐστι. Πρὸς δὲ διάνοιαν, τὸ ἅγιον Πνεῦμα συνὸν τοῖς θείοις ἀποστόλοις περινοστεῖν αὐτοὺς ἐποίει πανταχοῦ, καὶ κηρύττειν τὸ Εὐαγγέλιον· ἀλλὰ καὶ ἐξ ὑποστροφῆς ἐπαναλύοντας ἐπισκέπτεσθαι τοὺς προκατηχηθέντας τὸν λόγον παρεσκεύαζεν, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εὑρήσεις. "Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη." Ἔθος τῇ θείᾳ Γραφῇ, πάντας, τοὺς πλείονας καλεῖν· κατὸ τὸ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐχ οἱ δίκαιοι, οὐχ οἱ προφῆται ἐξέκλιναν. Θαυμάσαι οὖν ἕστι τοῦ ∆ημιουργοῦ τὴν σοφίαν, πῶς τῶν πλείστων ποταμῶν εἰς τὴν θάλασσαν εἰσρεόντων, αὕτη ἐπὶ τῶν οἰκείων ἵσταται

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.