Commentarii in Ecclesiasten Unit 4 opening
Unit 4.
Lemma-led open — Εἶπον κατ' ἐμαυτόν· Ἆρα μὴ σὺν τῷ ἀσεβεῖ καὶ ὁ δίκαιος κατακρίνεται;
Greek
εἰδότος ἀγαθὸν, καὶ τοῦ πεπλανημένως τὴν τοῦ ἀγαθοῦ γνῶσιν ἔχοντος. "Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ Θεὸς αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ Θεὸς ἐποίησεν αὐτὰ, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ." Τῶν ὄντων τὰ μέν εἰσιν ὁρατὰ, τὰ δὲ ἀόρατα. Ὁ δὲ λόγος νῦν περὶ τῶν ὁρατῶν· τούτων δὲ τὰ μὲν ἀεὶ τὰ αὐτὰ εἰσὶν, ὡς γῆ, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη· τὰ δὲ ταῖς διαδοχαῖς τὰ αὐτὰ μένουσιν, ὡς ἄνθρωπος, καὶ φυτὰ, καὶ τὰ ὅμοια. Ἔγνων οὖν, φησὶν, ὅτι οὐδέν ἐστι προσθεῖναι τῇ τοῦ Θεοῦ διακοσμήσει τελείως ἐχούσῃ, καὶ ἀνελλιπῶς· ἀλλ' οὐδὲ ἀφελεῖν τι τῶν ἁπάντων ὡς περιττόν. Οἱ δὲ τῇ τῶν γεγονότων θεωρίᾳ ἐπιβάλλοντες, καὶ τὸν λόγον ἑκάστου κατὰ τὸ δυνατὸν εὑρίσκοντες, φόβῳ θείῳ συνέχονται, καὶ εἰς ἔκπληξιν χωροῦσι τοῦ γενεσιουργοῦ τὴν σοφίαν ἀποθαυμάζοντες. Ἀπόκειται τοιγαροῦν φυσικῶς ἐν ταῖς κοιναῖς ἐννοίαις Θεοῦ φόβος, ἢ νόμος ἀπὸ τῆς τῶν γεγονότων εὐαρμοσίας ἐπὶ τὴν τοῦ ποιήσαντος δύναμιν τοὺς πιστοὺς ἀνακινῶν. Χρὴ δὲ εἰδέναι ὡς τὰ ὁρώμενα νοητῶν τινων τυγχάνουσι σύμβολα· ὥστε κατὰ τὸν λόγον δι' ὃν γεγόνασιν, ἀνελλιπῆ τυγχάνουσι. Εἴτε γάρ τι προηγουμένως γέγονε ὑπὸ Θεοῦ. εἴτε κατὰ δεύτερον λόγον, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Πάντα τοίνυν καλὰ, πάντα τέλεια, καὶ ἀπέριττα τοῦ Θεοῦ τὰ ποιήματα. 93.520 "Τὸ γενόμενον, ἤδη ἐστί· καὶ ὅσα τοῦ γίνεσθαι. ἤδη γέγονε· καὶ ὁ Θεὸς ζητήσει τὸν διωκόμενον." Εἰ τι, φησὶ, προγέγονε, νῦν ἐστί· ἄνθρωπος γέγονε, ἄνθρωπος ἐστί· φυτὸν γέγονε, φυτὸν ἐστί· ἀλλὰ καὶ τὰ μέλλοντα γενέσθαι ἤδη γεγόνασιν. Ἄνθρωποι μέλλουσι γενέσθαι μεθ' ἡμῶν, ἤδη πρὸ αὐτῶν ἄλλοι γεγόνασιν. Τὸ δὲ, Ὁ Θεὸς ζητήσει τὸν διωκόμενον, καὶ βλάβην μὴ ἐνεργοῦντα ζητήσει, καὶ σώσει αὐτόν. "Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον κρίσεως, ἐκεῖ ὁ ἀσεβής· καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπεν ἐγὼ ἐν τῇ καρδίᾳ μου· Σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ Θεὸς, ὅτι καιρὸς τῷ παντὶ ποιήματι." Ἐκ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ἡμᾶς ἀνάγων διδάσκει, ὅτι προγνωστικῶς καὶ καθαρῶς διανοίας ὄμματι ἐθεώρησε τὸν τόπον τῆς κρίσεως τοῦ ἀσεβοῦς ὑπὸ τὸν ἥλιον ὄντα, ἵνα εἴπῃ ἐν τῷ ᾅδῃ· ἀλλὰ καὶ τὸν τόπον τεθεωρηκέναι λέγει τοῦ δικαίου. Προσέθηκε δὲ ἐπὶ τούτῳ, ὑπὸ τὸν ἥλιον. Εἰ μὲν ἁπλῶς τοῦτο νοηθῇ, εὔδηλον ὅτι ἐν παραδείσῳ καὶ ἐν τοῖς οὐρανοῖς μέλλουσιν εἶναι οἱ δίκαιοι. Εἰ δὲ κατὰ κοινοῦ ἐκληφθῇ τὸ, ὑπὸ τὸν ἥλιον, ἐπί τε τοῦ δικαίου καὶ ἀσεβοῦς, τοὺς νῦν τοῦ βίου μεταστάντας ἐθεώρησε, οὔπω τὴν βασιλείαν ἀπολαβόντας τῶν οὐρανῶν. Ζητῆσαι δὲ προσήκει, ποῦ ὑπὸ τὸν ἥλιον τυγχάνουσιν οἱ εὐσεβεῖς. Εὔδηλον ὅτι ἐν τῷ παραδείσῳ, κατὰ τὸν εἰρηκότα Σωτῆρα τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Καὶ δεῖ εἰδέναι ὅτι ἡ μὲν ἱστορία τὸν παράδεισον ἐπὶ γῆς εἶναι διδάσκει. Τινὲς δὲ ἔφησαν ὅτι καὶ ὁ παράδεισος ἐν τῷ ᾅδῃ τυγχάνει. ∆ιό φησι, Καὶ ὁ πλούσιος εἶδε τὸν Λάζαρον, ἀλλ' αὐτός που κάτω τυγχάνων, ἐκεῖνον ἄνω που Ἀβραὰμ ἐθεώρησε. Ὅπως δ' ἂν ἔχῃ ταῦτα, διδασκόμεθα καὶ ἐκ τοῦ παρόντος ῥητοῦ, καὶ ἐκ πάσης τῆς θείας Γραφῆς, ἐν εὐπαθείαις εἶναι τὸν εὐσεβῇ, τὸν δὲ ἄδικον ἐν ταῖς καταλλήλοις κολάσεσιν. Ἑτέροις δὲ ἔδοξε τὸν παράδεισον ἐν οὐρανῷ εἶναι· ὁ δὲ ἀπλοῦς Ἐκκλησιαστὴς ἀκολουθήσει μᾶλλον τῇ ἱστορίᾳ. Εἶτα καὶ συνεξετάζων ἐπάγει, φησὶ, ὅτι "Εἶπον κατ' ἐμαυτόν· Ἆρα μὴ σὺν τῷ ἀσεβεῖ καὶ ὁ δίκαιος κατακρίνεται;" τοῦτο δὲ ἐξεταστικῶς, οὐκ ἀποφαντικῶς εἰπών. Ἅπαξ γὰρ ἐδίδαξε ἕτερον εἶναι τὸν τόπον τοῦ δικαίου, καὶ ἕτερον τοῦ ἀσεβοῦς· εἶτα ἡμᾶς ἐπαναμιμνήσκει ἐνάγων εἰς φόβον, ὅτι πάντας ἄξει εἰς κρίσιν ὁ Θεὸς, καὶ πάντα ἡμῶν τὰ πράγματα κατεξετάσει. Καιρὸς γὰρ, φησὶ, τῷ παντὶ πράγματι, καὶ ἐπὶ παντὶ ποιήματι. Ἀντὶ τοῦ, Ἔσται καὶ τῆς καθόλου κρίσεως ὁ καιρός. Πρὸς δὲ
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.