Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἐὰν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· καί γε ὅσα ἂν εἴπῃ ὁ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν." Ἡ τοῦ Θεοῦ γνῶσις, καθ' ἣν τὰ πάντα γέγονε, αὐτῷ μόνῳ τυγχάνει περιληπτή. Ἡμεῖς δὲ κἄν τι γράφωμεν καὶ γνῶμεν, ἐκ μέρους γινώσκομεν, ὑπὸ τῆς αὐτοῦ χάριτος σοφιζόμενοι. Οὐδεὶς οὖν σοφὸς οὔτε τῶν ἔξωθεν, οὔτε τῶν ἐν τῇ ἀληθινῇ σοφίᾳ ἀρξαμένων προκόπτειν, οὔτε τῶν κατὰ ἀνθρώπους ἐφικτῶν, τελείως δύναται παντὸς τοῦ ποιήματος τὴν γνῶσιν ἔχειν· οὔτε γὰρ τὰς οὐσίας, οὔτε τὰ μέτρα, οὐρανοῦ τυχὸν, ἢ γῆς, ἢ θαλάττης, ἢ πῶς πεπήγασιν, ἢ ἐπὶ τίνων ἵστανται, εὑρεῖν δυνατόν. Ἀλλὰ κἂν εἴπῃ σοφὸς λόγους πιθανοὺς, τινὰ ἀλήθειαν παντελῶς ἀδυνατεῖ τοῦ εὑρεῖν. ΚΕΦΑΛ. Θʹ. "Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σύμπαν εἶδε τοῦτο, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ, καὶ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ." Εἶπε τίνων ἡ γνῶσις ἀποκέκρυπται, ἵνα ἡμᾶς ἀποκωλύσῃ τοῦ ματαιοπονεῖν περὶ τὰς τοιαύτας ζητήσεις· λέγει νῦν, τί ἀκριβῶς πεπληροφόρηται ὁ τοῦ σοφοῦ ὀφθαλμὸς, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ, καὶ αἱ τούτων πράξεις ὑπὸ τὴν σκέπην τῆς χειρὸς τοῦ Θεοῦ τυγχάνουσιν· οὐ συγχωρουμένου ὑπὸ τῶν ἐπηρεαζόντων ἐχθρῶν καταβλάπτεσθαι. Οἱ γὰρ ἐνάρετοι, καὶ αἱ κατὰ ἀρετὴν ἐργασίαι ὑπὸ τοῦ Θεοῦ σκέπονται· περὶ δὲ τῶν ἀσεβῶν γέγραπται· Καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. "Καί γε ἀγάπην καὶ μῖσος οὐκ ἔστιν εἰδὼς ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτοῦ· ματαιότης ἐν πᾶσι." Σύμμαχος ἀντὶ τοῦ, ἐν τοῖς πᾶσι ματαιότης, τὰ πάντα ἔμπροσθεν αὐτῶν ἄδηλα, ἐκδέδωκε· ἀντὶ τοῦ, οὐκ οἶδε ἄνθρωπος, εἰ ὃν μισεῖ, εὐεργέτην ἄξει, καὶ ὃν ἀγαπᾷ, ἐπίβουλον. Κατὰ δὲ ὑψηλοτέραν διάνοιαν, ὁ ἔτι ἄνθρωπος ὢν, καὶ οὔπω γεγονὼς Θεοῦ, οὐκ οἶδε τί τὸ ἀγάπης ἄξιον, ἢ τί τὸ μίσους ἄξιον. Ἡ μὲν γὰρ ἐπίπονος ἀρετὴ ἀγάπης ἀξία· ἡ δὲ ἐν τοῖς αἰσθητοῖς ἡδονὴ, μίσους. Ὁ δὲ πεπλανημένως καὶ ἀντιστρόφως νοῶν τὰ πράγματα. πάντα μάταια πρὸ προσώπου ἔχει, μὴ ὡς τὸ ἀληθὲς, ἀλλ' ὡς ἡ ἡδονὴ ὑποβάλλει, τὰ ὄντα νοῶν. 93.585 "Συνάντημα ἒν τῷ δικαίῳ, καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι, ὡς ὁ ἀγαθὸς, ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων, ὡς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι." Πολλάκις ἐν τοῖς ἀνωτέρω τέτακται, ὡς τὰ μέσα ἀδιάφορα, νόσος καὶ ὑγεία, πλοῦτος καὶ πενία, καὶ τὰ ὅμοια, κοινὰ τυγχάνουσι τῷ τε δικαίῳ καὶ τῷ ἁμαρτωλῷ, ᾗ ζῶα θνητὰ πάντες· ᾗ γὰρ λογικὰ, διαφορὰν ἔχουσι· καθ' ὃ οἱ μὲν εὖ ποιοῦσιν, οἱ δὲ ἀσεβοῦσιν αὐτεξουσίῳ προαιρέσει, Σημειοῦ δὲ ὅτι καὶ τὸν ὀμνύοντα μετὰ τῶν ἁμαρτωλῶν ἔταξε. Πονηρὸν δὲ ἐκάλεσε τὸ τῶν κοινῶν συμπτωμάτων, ὡς ἐκ προσώπου τῶν σφαλλομένων, καὶ διὰ τὰ κοινὰ συμπτώματα μὴ νομιζόντων πλέον ἔχειν τὸν δίκαιον τοῦ ἀσεβοῦς, ἢ ἐπίπονον. Κοινῶς γὰρ πονοῦσιν ἑκάτεροι, ἕως εἰσὶν ὑπὸ τὸν ἤλιον· μετὰ δὲ τὴν ἐντεῦθεν ἐκδημίαν, ἑκάστῳ τὸ κατ' ἀξίαν ἀποδίδοται. "Καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ· καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν, καὶ ὀπίσω αὐτοῦ, πρὸς τοὺς νεκρούς. Ὅτι τίς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας;" Ἡ τῶν υἱῶν τοῦ ἀνθρώπου καρδία πεπλήρωται πονηροῦ, τῇδε κἀκεῖσε περιφερομένη· καὶ μοχθοῦσι μέχρις ἂν καὶ αὐτοὶ τοὺς νεκροὺς καταλάβωσιν· οὐδεὶς γὰρ δύναται κοινωνίαν ἔχειν διηνεκῆ μετὰ τῶν ζώντων. Πάντως γὰρ αὐτὸν τὸ κοινὸν διαδέχεται τέλος. Ἄλλως· Υἱοὶ τοῦ ἀνθρώπου, ἀντὶ τοῦ, οἱ ἀγελαῖοι, ὁρῶντες τὰ κοινὰ συμπτώματα τῶν δικαίων, πληροῦνται πονηρίας, καὶ περιφέρεται ἡ καρδία αὐτῶν ἐν μόχθοις, ἕως ἂν νεκροὶ ὄντες ταῖς πράξεσι συγκατατελῶσι τοῖς νεκροῖς, μηδεμίαν ἔχοντες κοινωνίαν πρὸς τοὺς ἐν ἀρετῇ ζήσαντας, οἵτινες καὶ κυρίως ζῶντες καλοῦνται, τῆς αἰωνίου ζωῆς ἀπολαύοντες. "Ἔστιν ἐλπὶς, ὅτι ὁ κύων ὁ ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα." Ὁ πτωχὸς, καὶ ζῶν κατὰ Θεὸν, ὑπὲρ τὸν γαῦρον καὶ ἀλαζόνα, καὶ ὑπὸ τῆς ἁμαρτίας νεκρωθέντα, ἐλπίδα ἔχει ἀγαθήν. Ἄλλως· Ὁ ἐξ ἐθνῶν λαὸς, ὁ πάλαι κύων καὶ ἀκάθαρτος, προσελθὼν δὲ τῇ πίστει, καὶ ζωοποιηθεὶς ὑπὲρ τὸν βασιλικὸν τῶν Ἰουδαίων λαὸν ἐλπίδα ἔχει ἀγαθήν. "Οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται· καὶ οἱ νεκροὶ οὐκ εἰσὶ, γινώσκοντες οὐδέν." Οἱ ἔχοντες ἰκμάδα ζωτικὴν ἐν τῇ ἑαυτῶν διανοίᾳ, τῆς παρούσης ζωῆς τὸ πρόσκαιρον λογιζόμενοι, ἐν ἀρετῇ ζῶσι διὰ τὰς
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.