Commentarii in Ecclesiasten · §u11-open

Commentarii in Ecclesiasten Unit 11 opening

Unit 11.

Lemma-led open — νεότητος, τὸν παρόντα αἰῶνά φησι, ὡς πρὸς τὴν τοῦ μέλλοντος τελειότητα. Ἐὰν γὰρ ἐν τῷ παρό

Greek

νεότητος, τὸν παρόντα αἰῶνά φησι, ὡς πρὸς τὴν τοῦ μέλλοντος τελειότητα. Ἐὰν γὰρ ἐν τῷ παρόντι ἐκβάλῃς τὴν μνήμην τοῦ Θεοῦ, καὶ τὰ καθ' ἡδονὴν πράξῃς, ἐφίσταται ὁ καιρὸς τῆς κολάσεως, ὃν δὴ καὶ ἡμέραν κακίας φησὶ, τῆς τῶν ἁμαρτωλῶν κολάσεως. Καὶ τότε λέξεις, ὅτι Οὐκ ἔστι μοι θέλημα ἐν αὐτοῖς. Οὐδεὶς γὰρ ἐν βασάνοις ὧν θέλημα ἔχει τοῦ βασανίζεσθαι. Ἰστέον τοιγαροῦν ὡς ὁ νῦν τοῖς ἰδίοις θελήμασιν ἐξακολουθῶν ὑπὸ ἀνοίας καὶ ἀτελοῦς διανοίας, καὶ οὐ ταῖς τοῦ Κυρίου ἐντολαῖς, ἐν τῷ καιρῷ τῆς κολάσεως, ὡς οὐ θέλει, βασανίζεται. "Ἕως οὐ μὴ σκοτισθῇ ὁ ἥλιος, καὶ τὸ φῶς, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ, ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, καὶ κλείσουσι θύραν ἐν ἀγορᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης." Ἤκουσά τινος καὶ περὶ τῆς μερικῆς ἑκάστου συντελείας διηγουμένου τὰ εἰς τὸν τόπον· καὶ ἑτέρου περὶ τῆς καθόλου συντελείας· καὶ ἄλλου πρὸς ὑψηλοτέραν θεωρίαν ἀνάγοντος τὰ γεγραμμένα. Ἅπαντα δὲ ὑμῖν συντόμως ἐκθήσομαι. Φρόντισον, φησὶν, ὦ νουθετούμενε, ἕως ἔχεις αὐτεξούσιον θέλημα, καὶ δύνῃ πρὸς ἀρετὴν ῥέψαι τῆς σαυτοῦ σωτηρίας. Μετὰ γὰρ τὸν παρόντα βίον οὐχ ὡς θέλεις, ἀλλ' ὡς οὐ βούλει, κολάζῃ. Φρόντισον οὖν σαυτοῦ πρὸ τῆς σῆς τελευτῆς, πρὶν ἂν σκοτωθῇ σοι ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ "ἄστρα, ἅπερ ἐν τῇ ἑκάστου τελευτῇ συμβαίνει, ἀορασίᾳ κατεχομένου, καὶ πρὶν εἰς τὸ συγγενὲς ὕδωρ καὶ εἰς τὴν γῆν ἀναλυθῇς. Τὸ γὰρ νῦν οἷα νέφος ἐπικείμενον τῇ ψυχῇ σῶμα εἰς τὰ συγγενῆ στοιχεῖα ἀναλύεται, τὴν γῆν καὶ τὸ ὕδωρ. Ἐν δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς, καὶ τῆς οἰκίας οἱ φύλακες, τουτέστι τῆς ψυχῆς, σαλεύονται, καὶ διαστρέφονται οἱ εὔτονοι λογισμοί· ἄνδρες τῆς δυνάμεως ὀνομασθέντες, ἀγωνιῶντες τὴν φοβερὰν τοῦ σώματος ἔξοδον. ∆υνατὸν δὲ καὶ φύλακας οἰκίας τοὺς αἰσθητοὺς ὀφθαλμοὺς νοῆσαι, ἀποτιθεμένους τὴν ὀπτικὴν δύναμιν ἐν καιρῷ τελευτῆς. Τότε καὶ αἱ ἀλήθουσαι ἀργοῦσιν, οἱ ὀδόντες οἱ καταλεαίνοντες τὴν τροφήν· οὐχ ὅτι πάντως κατὰ ἀριθμὸν ὀλιγοῦνται, ἀλλ' ἀντὶ τοῦ, τὴν οἰκείαν ἐνέργειαν ἀποθήσονται. Καὶ αἱ κόραι δὲ τῶν ὀφθαλ 93.616 μῶν αἱ ὡς δι' ὀπῶν βλέπουσαι, σκότῳ περιβάλλονται, ἀποκλειομένης πάσης πορείας ἐν τῷδε τῷ βίῳ, ὅταν ἄρξηται ἀσθενῆ καὶ ἀμυδρὰ φθέγγεσθαι, διὰ τῆς φωνῆς τῆς διὰ τῶν ὀδόντων ἐξηχουμένης, ὁ τὰ τελευταῖα ἀναπνέων. Πρὶν οὖν ἐν τῇ τελευτῇ ταῦτά σε καταλαβεῖν, ἐργάζου τὴν ἀρετήν. Ἄλλως· Ἐν τῇ γενικῇ συντελείᾳ, ὥσπερ διὰ τοῦ λόγου τοῦ Θεοῦ ἡ κτίσις συνέστη, οὕτω καὶ διὰ τοῦ θείου προστάγματος ἀναλύεται. Συντελουμένου γὰρ τοῦ αἰσθητοῦ κόσμου, περιττὴ τῶν φωστήρων ἡ χρεία· τότε δὴ, τότε οὐδὲ τῶν ὑετῶν ἐστι χρεία τῶν κάτω δευόντων τὴν γῆν· ἀλλὰ τρόπον τινὰ ἀποστρέφουσιν αἱ νεφέλαι ὀπίσω τοῦ ὑετοῦ, ἀντὶ τοῦ, οὔτε ὀμβροτοκοῦσιν, οὔτε τὸν ὑετὸν καταστάζουσιν, ἢ καὶ αὐτῷ συναναλύονται τῷ ὑετῷ· οὔτε γὰρ ὑετῶν οὔτε νεφελῶν χρεία. Εἰ δὲ εἰς ἑτέραν τῷ ∆ημιουργῷ χρείαν ὑπηρετοῦσιν, ἴσως ὀχήματα τοῖς ἁγίοις γινόμενα· τότε καὶ σαλεύονται οἱ φύλακες τῆς οἰκίας, ἅγιοι ἄνδρες τῆς δυνάμεως λεχθέντες, διαστρεφόμενοι μὲν ὑπὸ τοῦ Ἀντιχρίστου, οὐ μὴν ἐξατονοῦντες ἢ καταπίπτοντες. Αὐτοὶ γάρ εἰσιν οἱ φύλακες τῆς τε Ἐκκλησίας, καὶ τοῦδε τοῦ κόσμου, δι' οὓς καὶ συνίσταται. Τότε ὀλιγοῦνται καὶ αἱ ἀλήθουσαι· ἀληθούσας δὲ τοὺς Ἰουδαίους ἐκληπτέον, τοὺς τὸν βαρὺν καὶ ἐπίμοχθον ζυγὸν ἕλκοντας τοῦ νόμου. Ὀλιγοῦνται δὲ, διὰ τὸ πάντας, πλὴν ὀλίγων, δεδραμηκέναι τῇ πίστει τοῦ Χριστοῦ. Τότε γὰρ πᾶς Ἰσραὴλ σωθήσεται, ἀντὶ τοῦ, οἱ πλείονες. Τότε αὐτοὶ οἱ ὀλίγοι οἱ μὴ προσδεδραμηκότες τῇ πίστει, οἱ νῦν ὡς δι' ὀπῶν διὰ τοῦ νομικοῦ γράμματος βλέποντες, τελείως σκοτίζονται, τῇ ἐνεργείᾳ τῆς πλάνης

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.