Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
προσκαλούμεναι τοὺς ἐραστάς. "Θυμιῶσαι τὰ πίτυρα." Ἀφροδίτῃ τυχὸν, ἤ τινι προαγωγῷ. Ἴσως δὲ καὶ εἰς καθαρμὸν τοῦτο ἐποίουν οἱ δυστυχεῖς. "Ὅτι οὐκ ἠξίωται." Ὅτι οὐκ ἠξιώθη Θεοῦ ἐπισκέψεως. –Πῶς γε δὴ μέλλοι τὰ ὑπ' αὐτῶν κατασκευασθέντα εἶναι θεοὶ, ὅτι τὸ ὑπὸ ἄλλου γινόμενον οὐ Θεός. "Γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ." Ὃ δὴ καὶ γέγονεν διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας. "Ὥσπερ γὰρ κορῶναι." Ἡ κορώνη πτηνὸν ἀκάθαρτον. Ἀκάθαρτοι οὖν εἰσιν οἱ δαίμονες, οὔτε ἐπουράνιοι ὄντες διὰ τὸ ἄτιμοι, οὔ τε ἐπίγειοι, διότι ψευδώνυμοι· καὶ ἄλλως δὲ, ἀπὸ μὲν οὐρανίων ἀψίδων ὑπὸ Θεοῦ ἐξεβλήθησαν, ἀπὸ δὲ τῆς γῆς περιελαύνονται ὑπὸ ἁγίων ἀνθρώπων διὰ τῆς τοῦ Χριστοῦ βοηθείας. Κατὰ δὲ λόγον μυστικὸν καὶ ὁ Σωτὴρ εἰς τὸν σταυρὸν ἀνῆλθεν, τὸν ἀέρα καθαίρων ἐκ τῆς αὐτῶν ἀκαθαρσίας· καὶ εἰς τὰ καταχθόνια παραγέγονεν, καταλύων αὐτῶν ἐκεῖ τὴν τυραννίδα. "Ταῦτα δὲ οὔτε ταῖς ἰδέαις." Τὰ εἴδωλα, φησὶν, οὔτε λαμπρά εἰσιν, ὡς ἥλιος καὶ σελήνη· οὔτε δραστικὰ, ὡς πῦρ καὶ ἄνεμος. Εἰ δὲ ταῖς ἰδέαις καὶ τῇ δυνάμει ἀσυγκρίτως αὐτῶν διαφέροντα οὐκ εἰσὶν θεοὶ, πῶς αὐτὰ νομιστέον εἶναι θεούς; "Σημεῖά τε ἐν ἔθνεσι." ∆ιὰ τοῦτο ἴσως καὶ Φαρισαῖοι ἠρώτων τὸν Σωτῆρα, λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν ἀπ' οὐρανοῦ; Ἤρκει δὲ μόνος ὁ ἀστὴρ δεῖξαι τὸν τεχθέντα ὅτι ἐστὶ Θεός· καὶ τὰ ἐπὶ τοῦ σταυροῦ γεγενημένα, ἔδειξεν αὐτοῦ τὴν θεότητα, ὅτε ὁ
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiae epistulam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiae epistulam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.