Commentarii in Jeremiam · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

ἕλκειν αὐτοὺς πρὸς ἀρετὴν, καὶ μὴ ὑπὸ τῆς αὐτῶν κακίας καθέλκεσθαι. ΚΕΦΑΛ. Ι ʹ. "Καὶ σὺ μὴ λάβῃς." Ἱστορεῖται ὁ προφήτης παρθένος εἶναι, ὡς ὑπὸ Θεοῦ κελευσθεὶς μὴ γῆμαι. "Μὴ εἰσέλθῃς εἰς θίασον." Εἰς ἑστίασιν εὐφροσύνης ἢ καὶ πένθους. "Οὐ μὴ κόψονται." Ἀμυχὰς, κατατρύσματα. "Καὶ φωνήν." Τὴν τελείαν ἀφαίρεσιν τῆς χαρᾶς φησι. Βορειοτέρα ἐστὶν ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱερουσαλήμ· τῆς οὖν αἰσθητῆς Βαβυλῶνός φησι καθ' ἱστορίαν, ἢ καὶ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας. "Ἰδοὺ ἐγὼ ἀποστέλλω." Τοὺς ἀποστόλους λέγει. "Ἀποστέλλω τοὺς πολλούς." Τοὺς προέδρους τῶν Ἐκκλησιῶν. Ἐκ τῶν διαβολικῶν ἐνεργειῶν. "Καὶ θηρεύσωσιν." Τῶν δαιμόνων, ἢ καὶ τῶν τῆς κακίας τρόπων. "Καὶ ἐπάνω παντός." Τῶν ἀφανῶν καὶ δυσκατανοήτων τῆς κακίας ἐνεργειῶν. "Καὶ ἀνταποδώσω." Εἰ μὲν κατὰ τῶν δαιμόνων, καὶ αὐτῶν καὶ ἡ ἐπιφερομένη διπλῆ τιμωρία, ὅτι καὶ ἀπέστησαν τοῦ ἀληθοῦς Θεοῦ τοὺς ἀνθρώπους, καὶ ἑαυτοὺς ἐθεοποίησαν· εἰ δὲ κατὰ τῶν ἀνθρώ 93.665 πων μετὰ τὴν γνῶσιν ἁμαρτανόντων, διὸ διπλοῦν τιμωροῦνται. "Ἐν τοῖς θνησιμαίοις." Ἐν τοῖς νεκροῖς τῆς ἁμαρτίας ἔργοις· βδελύττεται δὲ καὶ τὰ θνησιμαῖα ὁ νόμος. "Πρὸς σὲ ἔθνη." Πρὸς τὸν Κύριον Ἰησοῦν, περὶ οὗ γέγραπται· Καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. "Εἰ ποιήσει." Τὸ τῆς ἐνανθρωπήσεως. "Καὶ γνωριῶ." Ὁ Πατήρ ἐστιν ὁ λέγων περὶ τοῦ Μονογενοῦς. ΚΕΦΑΛ. ΙΖʹ. "Ἐπικατάρατος." Ἐφ' ἑαυτὸν, ἢ καὶ ἕτερόν τινα· ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν Σωτῆρα Χριστὸν, καὶ μὴ Θεὸν ἐνανθρωπήσαντα. "Καὶ στηρίσει." Καὶ πεποιθὼς ᾖ ἐπὶ τῇ δυνάμει αὐτοῦ. "Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη." Τοῦτο τὸ φυτὸν καὶ ἐν τῷ ζῇν ἡμιθανές ἐστι καὶ κεκαυμένον· λέγεται δὲ ἀποθνήσκειν, ὅταν ὑετὸς ἔλθῃ ἐπ' αὐτῷ. Ὁ μὴ πιστεύων ὅτι Θεός ἐστιν ἐνανθρωπήσας ὁ Χριστὸς, τῶν τῆς παρουσίας αὐτοῦ ἀγαθῶν οὐκ ἀπολαύσει. "Καὶ κατασκηνώσει." Ἅλιμα βοτάνη ἐστὶν, εἶτα πολλῶν. "Καὶ οὐ φοβηθήσεται." Ἐν καιρῷ πειρασμοῦ, φησίν. "Καὶ ἔσται." Εὐθαλεῖς καρποὶ τῆς ἀρετῆς, περισκέποντες αὐτὸν ἐν τοῖς πειρασμοῖς. "Ἐν ἐνιαυτῷ." Ὁ ἐνιαυτὸς κύκλος ἐστίν· ἐν καιρῷ οὖν, φησὶ, καθολικοῦ πειρασμοῦ οὐ φοβηθήσεται. "Βαθεῖα ἡ καρδία." Τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον βαθύ ἐστι, καὶ ἀκατάληπτον. Καὶ γὰρ μετὰ τοῦ εἶναι Θεὸς, ἄνθρωπος γέγονε. Τίς οὖν γνώσεται, φησὶν, ἢ τὴν ἐκ Πατρὸς αὐτοῦ γέννησιν, ἢ τὴν μετὰ σαρκὸς ἄφραστον οἰκονομίαν; "Ἐφώνησε πέρδιξ." Ὁ πέρδιξ, ὥς φασιν, ὑπερήφανος ὢν, διὰ τῆς φωνῆς τοὺς ἀλλοτρίους προσκαλεῖται νεοττούς. Οἵτινες γνόντες ὕστερον ὅτι οὐκ εἰσὶν αὐτοῦ, καταλιμπάνουσιν αὐτόν· οὕτω καὶ οἱ ἄνθρωποι οἱ ἀπατηθέντες ὑπὸ τοῦ διαβόλου, ὅταν γνῶσι τὸν ἑαυτῶν ∆ημιουργὸν καὶ ∆εσπότην Θεὸν, ἀφίστανται ἀπ' αὐτοῦ. "Καὶ οὐκ ἐπ' ἐσχάτου." Ἐπειδὴ ἀκρίτως τῶν ἀλλοτρίων ἐπεθύμησεν, ὕστερον ἐλεγχόμενος δειχθήσεται ἄφρων. "Θρόνος." Σὺ εἶ, φησὶ, Κύριος, ὁ τὸν θρόνον τῆς δόξης ἔχων τὸν ὑψηλὸν, καὶ τὸ εἶναι ἡμῖν, καὶ τὸ διαμένειν παρέχων. "Καταισχυνθήτωσαν." Οἱ Θεοῦ ἀφεστηκότες, φησὶ, μὴ ἐν οὐρανῷ, ἀλλ' ἐν γῇ γραφήτωσαν, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. "Καὶ ἡμέραν." Ἀντὶ τοῦ, οὐδενὸς τῶν ἀνθρωπίνων. "Μὴ γενηθῇς μοι." Ἐν τῇ ἐπιπόνῳ καὶ ἐταστικῇ 93.668 τῆς κρίσεως ἡμέρᾳ μὴ ὡς ἀλλότριος καὶ ἀντίδικος ἀντικαταστῇς μοι, ὦ Κύριε, ἀλλὰ φειδόμενός μου συγχώρησόν μοι τὰ ἁμαρτήματα. "Καὶ καταισχυνθήτωσαν." Τοὺς δαίμονας καταρᾶται· οὐ γὰρ βούλεται ὁ ἅγιος ἀνθρώπους τῇ διηνεκεῖ παραδοῦναι κολάσει· ὅτι καὶ τῆς κακίας εἰσὶν ἐφευρεταὶ καὶ ἐπαναγκασταὶ τοῖς ἀνθρώποις καὶ διδάσκαλοι. "Τοῦ μὴ εἰσφέρειν." Μέτρον φανερὸν ἐβάδιζον· τὸ γὰρ εἰς μῆκος ὁδεύειν, ἔργον εἶναι ἐδόκει, καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς Πράξεσι, Σαββάτου ἔχων ὁδόν. "Καὶ ἀνάψω." Ἀσβέστου πυρὸς μνημονεύσας ὁ λόγος, εἰς θεωρίας ἡμᾶς παραπέμπει, ὅτι τὴν μὴ ἀποτιθεμένην τὰ φορτία τῆς ἁμαρτίας ψυχὴν, πῦρ αἰώνιον δέχεται. ΚΕΦΑΛ. ΙΗʹ. "Καὶ πάλιν." Τὴν διὰ τοῦ βαπτίσματος ἀνάπλασιν αἰνίττεται. "Καθὼς ἤρεσεν." Οὐ καλὸν τὴν γνώμην, ἣ κακόν. Τοῦτο γὰρ τῆς προαιρέσεως, καὶ τοῦ αὐτεξουσίου· ἀμέλει καὶ ἁμαρτάνοντες μετανοεῖν κελεύονται· ἀλλὰ τοιόνδε τὴν πλάσιν. ∆ιδασκόμεθα οὖν μὴ πολυπραγμονεῖν τοὺς ἀνεφίκτους τῆς δημιουργίας τρόπους. "Καὶ πέρας λαλήσω." Ἐὰν ἀποφαίνωμαι. "Ἰδοὺ ἐγὼ πλάσσω." Κατὰ τὰς κακώσεις τὰς τιμωρητικὰς, φησὶν, καὶ ἐπειδήπερ οἱ ἄνθρωποι οὐ πάντων τῶν ἁμαρτημάτων αὐτῶν μέμνηνται. Πλάττω, φησίν· αὐτὰ ἐπ' ὄψεσιν ὑμῶν ἄγω, ἵνα διὰ

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.