Commentarii in Jeremiam Unit 4 opening
Unit 4.
Lemma-led open — Ἀκουσάτω κραῦγος.
Greek
δὸς ἵνα πειράσω αὐτόν. "Ἀκουσάτω κραῦγος." Πρὸς μὲν τὸ ῥητὸν, ταχύ· πρὸς δὲ διάνοιαν, Πτοηθείη, φησὶν, ὁ διάβολος ἐν τῇ ἐπιφανείᾳ, καὶ ἐν τῇ ἀνατολῇ τοῦ ἀληθινοῦ ἡλίου Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. "Καὶ ἀλαλαγμοῦ." Πρὸς μὲν τὸ ῥητὸν, Ἔτι, φησὶν, εὐθυνούμενος ὁ Ἀνανίας ἀκούσει τῆς φωνῆς τῶν πολεμίων· πρὸς δὲ διάνοιαν, Ἐν μεσημβρίᾳ σταυροῦται ὁ Κύριος· ὅτε καὶ τελείως ἡττήθη ὁ διάβολος· ἀλαλαγμὸς γὰρ, βοὴ κατὰ πεπτωκότων πολεμίων. "Ὅτι οὐκ ἀπέκτεινέ με." Τοῦτο ποιεῖν Ἀνανίας οὐκ ἠδύνατο· ὡς δικαιότερον εἰς θεωρίαν ἰδεῖν. Φησὶν οὖν, ὅτι Οὐκ ἀνέκοψε τὴν ὁρμὴν τῆς προαιρέσεως, πρὶν τὴν ἐπὶ τὸ φαῦλον δέξασθαι τροπὴν, φανερώσας μοι τὴν κακίαν τῆς ἁμαρτίας, καὶ μὴ μετὰ δικαιωμάτων καὶ ἐπικρύψεως ταύτην μοι ἐγκατασπείρας. "Καὶ ἐγένετό μοι ἡ μήτηρ μου." Ἵνα τί, φησὶν, ἐν αὐτῇ προθέσει ἐναπέμεινε, καὶ διελύθη ὁ λογισμὸς, καὶ μὴ εἰς ἔργον ἤνεγκα τὸ βούλημα; "Ἵνα τί τοῦτο; Ἐξῆλθον." Ἡ ἁμαρτία τῶν πόνων καὶ τῶν μόχθων αἰτία γέγονε· ποιεῖ δὲ καὶ μετάμελον τῷ ἁμαρτάνοντι. Ὀδύρεται οὖν τὴν τροπὴν ὁ λόγος. ΚΕΦΑΛ. ΚΑʹ. "Ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας." Ὁ Σεδεκίας αἰχμάλωτος γεγονὼς ὑπὸ τοῦ Βαβυλωνίου, πάλιν ὑπ' αὐτοῦ κατεστάθη βασιλεύειν τῆς Ἱερουσαλὴμ, ὅρκους αὐτῷ δεδωκὼς, μὴ ἀθετήσειν αὐτόν· παραβάντος δὲ αὐτοῦ τὰς συνθήκας, πάλιν ἐπιστρατεύει ὁ Βαβυλώνιος. "Καὶ ὁ ἐμπορευόμενος." Ὡς μὴ ἀντιταττόμενος τῷ θείῳ κρίματι, τῷ δικαιώσαντι παραδοθῆναι αὐτοὺς τοῖς Βαβυλωνίοις. "Καὶ ἔσται ἡ ψυχή." Ἀντὶ τοῦ, Κερδανεῖ τὴν ψυχὴν αὐτοῦ." "Κρίνατε πρωΐ." Τὸ πρωῒ, ἀντὶ τοῦ, ταχέως μετανοήσατε. 93.673 "Καὶ καυθήσεται." Τὴν τροφήν φησιν, εἶλε γὰρ καὶ αὐτὴν ὁ Βαβυλώνιος. ΚΕΦΑΛ. ΚΒʹ. "Καὶ ἐπάξω ἐπὶ σέ." Ἐπειδὴ κέδρων ἑξῆς μνημονεύει, σημαίνων τοὺς ἐν ὑπεροχῇ, ἀναγκαίως καὶ πέλεκυν εἶπεν. "Ὠκοδόμησας." Ὑπερῷα νόει, τὰ ὑψώματα, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὁ ὑφαίνων οὖν, φησὶν, ἑαυτῷ ψευδοδοξίας δόγματα. "Μὴ βασιλεύσεις." Ἐζήλωσας, φησὶ, τὸν πατέρα σου Ἄχαζ, καὶ ἐσπούδασας νικῆσαι αὐτὸν ἐν ἀσεβείᾳ. "Ταφὴν ὅνου ταφήσεται." Ἀντὶ τοῦ, Τάφος αὐτῷ γενήσονται αἱ τῶν σαρκοφάγων ὀρνίθων καὶ κυνῶν γαστέρες· ἵνα εἴποι, ὅτι ὁ τάφος παραῤῥιφήσεται. Πρὸς δὲ διάνοιαν, ταφὴν ὄνου θάπτεται ὁ ἀλογίᾳ συζῶν καὶ ταύτῃ συναποθνήσκων. "Ὅτι συνετρίβησαν." Ἐραστὰς τῆς Ἱερουσαλὴμνοήσεις μὲν καὶ τοὺς δαίμονας, νοήσεις δὲ καὶ τοὺς ψευδοπροφήτας, οἵτινες δοκοῦντες αὐτῆς ἐρᾷν, ἠπάτων αὐτήν. "Ἐλάλησα πρὸς σέ." Οἱ ἀληθεῖς προφῆται, ὧν οὐκ ἤκουσας λεγόντων σοι τὰ σὰ παραπτώματα. "Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος." Ἀντὶ τοῦ, εἰς διασκορπισμὸν ἔσονται. "Κατοικοῦσα ἐν τῷ Λιβάνῳ." Ἐν τῇ γῇ τῆς ἐπαγγελίας. "Ἐννοσσεύουσα ἐν ταῖς κέδροις." Πιστεύουσα, καὶ καταφεύγουσα τοῖς παρὰ σοὶ δυνατοῖς. "Ζῶ ἐγὼ, λέγει Κύριος." Ἐὰν οὕτως ὑποκρινόμενος ἀπαρτήσῃ ἑαυτὸν εἰς θεοσέβειαν, καὶ ἀγαθὰς ἐργάσηται πράξεις, τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐγὼ ὁ Θεὸς εἰδὼς, ὅτι τὸν καιρὸν ὑποκρίνεται, οὐ φείσομαι αὐτοῦ. Ἀποσφράγισμα δὲ, δακτύλιον φησί. ∆ακτύλιον δὲ ἐν χειρὶ Θεοῦ, πρᾶξις ἀγαθὴ κακῶν ἀμέτοχος. Ἢ καὶ οὕτως· Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇ φεύγων, ὅπερ ἀμήχανον, ἐκεῖθεν αὐτὸν ἐκσπάσας παραδώσω τοῖς πολεμίοις. "Γῆ, γῆ, ἄκουσον" Τὴν γῆν μαρτύρεται, ἐφ' ἢν τὰς ἀδικίας ἐποιεῖτο. ΚΕΦΑΛ. ΚΓʹ. "Καὶ ἐξώσατε." Ἐκ τῆς θεοσεβοῦς πολιτείας. "Καὶ καταστήσω." Εἰς τὸ πάλιν τὰ θεῖα δρέπεσθαι δόγματα. "Καὶ ἀναστήσω." Τοὺς τῶν ἐκκλησιῶν προέδρους. "Οὐδὲ πτοηθήσονται." Ἰουδαῖοι οὐδὲν ἔχουσι πρὸς τοῦτο λέγειν. Μετὰ γὰρ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τελείως τῆς γῆς μετανάσται γεγόνασιν. Ἀμφίβολος [ἀναμφίβολος] οὖν αὕτη ἡ προφητεία περὶ Χριστοῦ. "Ἰδοὺ ἡμέραι ἔρχονται." Τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς, καὶ ἐκ ∆αβὶδ κατὰ
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.