Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
τῶν παρὰ Ζαχαρίᾳ τῷ προφήτῃ, ἔνθα φησὶν ὁ ἄγγελος τῷ διαβόλῳ· ἐπιτιμήσαιέν σοι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ. εἴρηται δὲ καὶ ἐν Καθολικαῖς, ὅτε ὁ Μιχαὴλ περὶ τοῦ Μωυσέως διεμάχετο σώματος, ὡς ὅτι· οὐκ ἐτόλμησεν ὁ ἅγιος Μιχαὴλ κρίσιν βλασφημίας ἐπενεγκεῖν κατὰ τοῦ διαβόλου, ἔφη δὲ μόνον· ἐπιτιμήσαι σοι κύριος. κἀνταῦθα τοίνυν ἔστιν ἐννοεῖν, ὡς τῷ δεσποτικῷ προστάγματι ἅγιός τις ἄγγελος ὑπηρετούμενος τὴν διάλεξιν ποιεῖται πρὸς τὸν διάβολον. καὶ ὥσπερ, εἴ τις δορυφόρος ἄρχοντος ἀπόκρισιν ἐκ τοῦ κρατοῦντος φέροι πρός τινα, τοῦ ἄρχοντος εἶναι τὴν ἀπόκρισιν οἴδαμεν, οὕτω καὶ τῶν ἁγίων ἀγγέλων αἱ φωναὶ κατὰ γνώμην θεοῦ προσφερόμεναι αὐτοῦ εἶναι πιστεύονται τοῦ θεοῦ. διαλέγεται τοίνυν ὁ 17 θεὸς τῷ διαβόλῳ διὰ τῶν ἁγίων ἀγγέλων οὐκ ἀξιῶν αὐτὸν λόγου, ἀλλὰ διὰ τὸν πειραζόμενον. ἢ οὖν τοῦτό ἐστιν, ἢ τοῦ θεοῦ τοῖς τοῦ δικαίου κατορθώμασιν ἡδομένου, τοῦ δὲ διαβόλου διαφθονουμένου καὶ ζητοῦντος λαβεῖν κατ' αὐτοῦ τῶν πειρασμῶν τὴν συγχώρησιν πάλιν ἡ γραφὴ κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ πόθεν παραγέγονας ὀνειδιστικῶς λέγεται πρὸς τὸν διάβολον διὰ τὸ ἐκπεπτωκέναι αὐτὸν τῆς τῶν λειτουργικῶν πνευμάτων τάξεως, ὥσπερ καὶ τῷ Ἀδὰμ ἔλεγεν ὁ θεός· Ἀδάμ, ποῦ εἶ; ἀντὶ τοῦ· ἐκ ποίων εἰς οἷα καταπέπτωκας. 1, 7 καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκέτι βεβαίαν ἔχει τὴν στάσιν, ἀλλὰ ἀστάτως πανταχοῦ περιφέρεται τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην, καὶ ὅτι καὶ τὴν ἀοίκητον περινοστεῖ (ἐμπεριπατήσας, γάρ φησιν, τὴν ὑπ' οὐρανὸν πάρειμι) κατά τινα ἴσως οἰκονομίαν θεοῦ ὡς ἂν μὴ διὰ παντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. 1, 8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τῇ διεστραμμένῃ διανοίᾳ, τῇ κακοτέχνῳ, ᾗ ἀεὶ προσέχεις εἰς τὸ παρατρέψαι τῶν ἀνθρώπων τὴν εὐθύτητα. ἢ οὖν ἐρωτηματικῶς λέγεται ἢ ἀποφαντικῶς καὶ μετὰ ἤθους, ἀντὶ τοῦ· οἶδα ὅτι προσέσχες, διαφθονῇ γὰρ αὐτῷ διὰ τὰς προσούσας αὐτῷ ἀρετάς. 1, 8 ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, 18 ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. πολλοῖς ἐγκωμίοις αὔξει τὸν δίκαιον εἰς τὴν κατὰ τοῦ ἀθλητοῦ πάλην ἐκκαλούμενος τὸν ἀνταγωνιστήν. 1, 9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; ὄντως διαβόλου τὰ ῥήματα· οὐ κατὰ ἀρετήν, φησίν, ἀλλὰ ἀντιμισθίαν τῶν εἰς αὐτὸν εὐεργεσιῶν ἀπονέμει σοι τὸ σέβας. τὸ δὲ ἐναντίον τοῦ κυρίου, ἵνα δείξῃ τὴν ἀναιδῆ γνώμην τὴν ἀντιπράττειν ἀεὶ τοῖς θεῷ δοκοῦσι σπουδάζουσαν. 1, 10 οὐ σῦ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. οὐδὲν αὐτοῦ, φησίν, ἀπρονόητον εἴασας μέρος· ἥδεται κατ' οἶκον, εὐθηνεῖται κατ' ἀγρούς, πλήθει τοῖς κτήνεσιν· οὐδὲν ἀφῆκας, ὃ μὴ πανταχόθεν αὐτὸν εὐθυμεῖν παρασκευάζει. 1, 11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψῃ πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὁρᾷς ὠμότητα διαβολικήν· οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι ἤ τινας τῶν παίδων, ἀλλ' ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται. τὸ δὲ ἀπόστειλον τὴν χεῖρά σου ἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περίδραξαι. δείκνυται δὲ κἀντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ διάβολος, εἰ μὴ ὑπὸ θεοῦ συγχωρηθῇ κατὰ τὰς αὐτοῦ περὶ ἡμᾶς ἀρρήτους οἰκονομίας. 19 τὸ δὲ ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει ἀντὶ τοῦ· ὄντως τότε σε φανερῶς βλασφημήσει. εὐφήμως γὰρ ἡ γραφὴ τῷ εὐλογήσει ἀντὶ τοῦ βλασφημήσει χρᾶται, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις εἴρηται περὶ τοῦ Ναβουθέ· εὐλόγησε θεὸν καὶ βασιλέα. ὅρα δέ, πῶς πανούργως καὶ μεθ' ὑποκρίσεως οὐ λέγει ὅτι· ἐπίτρεψόν μοι, ἀλλά· σὺ ποίησον. σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστίν. 1, 12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. τοῦ πονηροῦ μὴ εἰρηκότος· ἐπίτρεψόν μοι, ὁ μέγας ἀγωνοθέτης τὴν ἀνδρείαν ἐπιστάμενος τοῦ οἰκείου ἀθλητοῦ αὐτῷ τῷ ἀντιπάλῳ δίδωσιν αὐτὸν ἔκδοτον χρῆσθαι ὡς βούλεται. εἰδὼς δὲ τοῦ μισανθρώπου τὸν ἀκόρεστον θυμὸν μέτρῳ περιορίζει τὸ ἀόριστον αὐτοῦ τῆς ἐπιθυμίας. τοῖς μὲν γὰρ αὐτοῦ, φησίν, ὡς βούλει κέχρησο, αὐτοῦ δὲ μὴ ἅψῃ. ὅρα δὲ σοφίαν ἀγωνοθέτου καὶ φιλανθρώπου θεοῦ· πρῶτον ἐᾷ τὸν ἀθλητὴν ἐν τοῖς ἔξωθεν
About this text
Olympiodorus of Alexandria, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Job — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.