Fragments on 1 Corinthians · §u10-rem-close

Unit 10 rem close

Rem CLOSEOUT: Unit 10 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

[Ὠριγένους] Πάντας τοὺς ὁμοίους ἑαυτῷ ὁ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς ˉα ζῶντα καλεῖ· ὁ γὰρ τῶν ζώντων θεὸ καὶ Παύλου καὶ τῶν ὁμοίων αὐτοῦ θεός ἐστιν. 89 xvi 10–12 [Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.] [Ὠριγένους] Κατὰ τὰς ἀρχὰς τῆς ἐπιστολῆς ἔφασκεν Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν· ἕκα το γὰρ ὑμῶν, φησί, λέγει Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ– τούτου περὶ οὗ φησι τοιαύτης στάσεως καὶ ταραχῆς οὔσης ἐν τῇ Κορινθίων ἐκκλησίᾳ. ὁ θαυμάσιος οὗτος Ἀπολλὼς ἐπίσκοπος ὢν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον ὡς ἐπὶ κριτὴν κατέφυγεν τὸν ἀπόστολον. Παῦλος τὰ τῆς ἀποστολῆς ἐποίει· οὐκ ἦν αὐτῷ τὰ πράγματα ἐπιβάλλοντα διατρίβοντι ἐν τῇ Ἀσίᾳ τότε καταλιπεῖν τὰ ἐν τῇ Ἀσίᾳ καὶ γενέσθαι εἰς τὴν Κόρινθον· ἀλλ' ἀνθ' ἑαυτοῦ ἐξελέξατο Τιμόθεον καὶ ἔπεμψεν αὐτὸν διορθωσόμενον τὰ ἐν Κορίνθῳ καὶ ἀναγκαίως μετὰ τῆς ἐπιστολῆς πέμπων αὐτὸν παρακατατιθέναι τῇ ἐκκλησίᾳ. ὅτε γὰρ ἐπεδήμουν οἱ ἅγιοι ὠφελοῦντες τοὺς ἀκούοντας, οὐκ ἐν ἀ θενείᾳ παρεγίνοντο οὐδὲ ἐν φόβῳ οὐδὲ ἐν τρόμῳ· ὅτε δὲ παρεγίνοντο πρὸς τοὺς ἀσθενεστέρους, ἐν ἀ θενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπεδήμουν· τοιοῦτοι ἦσαν Κορίνθιοι, ὥστε οὐ Παῦλον τὸν μέγαν ἐπιδημεῖν αὐτοῖς ἀλλὰ τὸν ἀσθενῆ, καθὸ ἔλεγεν Ἐγενόμην τοῖ ἀ θενέ ιν ὡς ἀ θενή , ἵνα τοὺ ἀ θενεῖ κερδή ω. καὶ διὰ τοῦτο ἔλεγεν Κἀγὼ ἐν ἀ θενείᾳ ἐγενόμην πρὸ ὑμᾶ · διὰ τοῦτο καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγένετο, ὅπως τῶν ἀκουόντων περιγένηται. ἐπειδὴ οὖν τὸ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπιδημεῖν τὸν μέλλοντα ὠφελεῖν περὶ τοὺς ἀκροατάς ἐστιν, παρακαλεῖ νῦν τοὺς Κορινθίους ἵνα ἀφόβως γένηται Τιμόθεος πρὸς αὐτούς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· ὅπερ ἐγὼ ἐπεποιήκειν ἂν ἐπιδημήσας ὑμῖν, τοῦτο ποιεῖ ὑμῖν ὁ Τιμόθεος. μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· εἰ γὰρ τοῦτον ἐξουθενεῖτε, κἀμέ· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· νῦν μὲν ἔρχεται πρὸς ὑμᾶς εἰρήνην ποιήσων. στάσιν γὰρ ὑμῶν εὑρίσκει ἐν τῇ ἐκκλησίᾳ· ἀλλ' ὁμονοήσαντες καὶ διορθωθέντες ἐκ τῶν λεγομένων ὑπ' αὐτοῦ <καὶ> εἰρήνην ἀναλαβόντες, προπέμψατε αὐτὸν ἐν τῇ ὑμετέρᾳ ὁμονοίᾳ καὶ εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ. ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν· ποίων ἀδελφῶν; περὶ ὧν προεῖπεν ὅτι Οὓ ἐὰν δοκιμά ητε δι' ἐπιτολῆ , τούτου πέμψω. ἐκδέχομαι οὖν ἀκούων αὐτὸν ἐπανελευσόμενον, ἀπαγγέλλοντά μοι τὰ καθ' ὑμᾶς. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα ἔλθῃ νῦν. ἄνθρωπος ἦν, ὡς εἰκός, ἅγιος, εἰρήνης φίλος, καὶ βλέπων στάσιν καὶ ταραχὴν ἐν τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ, οὐκ ἐπεδικάζετο τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθον, οὐκ ἀπιθήσας τῷ ἀποστόλῳ· οὐ γὰρ ἂν οὕτως συνέστησεν αὐτοῦ τὸ δοκοῦν, οὐχ ὑποτεταγμένον· λέγει γὰρ Πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· οἷον· οὐκ ἄνευ θελήματος θεοῦ πεποίηκεν τὸ μὴ ἐλθεῖν αὐτὸν πρὸς ὑμᾶς· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. πότε δὲ εὐκαιρεῖ; ἐὰν ὑμεῖς εἰρηνεύητε, ἐὰν Τιμόθεον μὴ ἐξουθενήσητε. 90 xvi 13–14 [Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.] [Ὠριγένους] Ἔστι γάρ τις ὕπνος ψυχῆς καὶ γρηγόρησις· διὸ καὶ ἀποτρέπων τοῦ καθεύδειν τὴν ψυχὴν διὰ Σολομῶντος ὁ λόγος φησὶ Μὴ δῷ ὕπνον τοῖς ὄμμα ι, μηδὲ νυσταγμὸν οῖ βλεφάροι , ἵνα ώζῃ ὥ περ δορκὰ ἐκ βρόχων καὶ ὥ περ ὄρνεον ἐκ παγίδο . καὶ ὁ Σωτὴρ φησὶ Γρηγορεῖτε ἐν παντὶ καιρῷ καὶ προ εύχε θε ἵνα δυνηθῆτε ἐκφυγεῖν τοὺς μέλλοντας γίνεσθαι πειρασμούς. Στήκετε· μὴ σαλεύεσθε ἀλλὰ βέβαιοι γίνεσθε. ὁ δίψυχος οὐχ ἕστηκεν ἐν τῇ πίστει ἢ ὁ ἀμφιβάλλων περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων. Ἀνδρίζεσθε· ὡς στρατιώταις λέγει· ἐνδύ α θε γάρ φησι τὴν πανοπλίαν τοῦ θεοῦ πρὸ τὸ δύνα θαι ὑμᾶ τῆναι πρὸ τὰ μεθοδεία τοῦ διαβόλου. Κραταιοῦσθε· οἷον· Ἀναλάβετε τὴν ἰσχύν, ἵνα δυνηθῆτε κραταιωθέντες εἰπεῖν Πάντα ἰ χύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω· Εἰσαγομένων τὸ ἐν φόβῳ ποιεῖν, τελείων δὲ τὸ ἐν ἀγάπῃ.

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.