Fragmentum ex homiliis in Acta apostolorum

Origen of Alexandria · c. 230–250 · PG 14; Fragmentum in Acta (Khazarzar) · Original English Translation

Fragmentum ex homiliis in Acta apostolorum Acts homily scrap opening§frag-open

frag-openActs homily scrap.

Lemma-led open — ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δʹ. . Ἔδει

Greek · §frag-open

Fragmentum ex homiliis in Acta apostolorum ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δʹ. 14.829 Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυῒδ περὶ Ἰούδα· 14.832 ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. Εἴποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος· Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσης· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ' ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν

Acts homily scrap rem early§frag-rem-early

frag-rem-earlyRem early: Acts homily scrap; lemma and Origen’s theoria.

Greek · §frag-rem-early

προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ; Μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις· καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον

Acts homily scrap rem mid§frag-rem-mid

frag-rem-midRem mid: Acts homily scrap; lemma continues; spiritual reading with the letter.

Greek · §frag-rem-mid

ἐκ προσώ-που τοῦ Θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ. Οὕτω,

Acts homily scrap rem close§frag-rem-close

frag-rem-closeRem CLOSEOUT: Acts homily scrap CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §frag-rem-close

κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖνον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.

Contents ↑